6
13 Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν, «τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐν ἐλαίῳ», καθώς φησιν ὁ ψαλμῳδός, καὶ πάλιν· «∆ουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ.» Ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεϊκὴν καὶ πνευματικὴν ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βάϊα, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα, τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ θεοῦ· καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην, τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν, ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν· «∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Ἀκο- λουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, εἰσέλθωμεν μετ' αὐτοῦ εἰς τὸ ἱερόν, ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ, καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς, τοὺς ἐν πλάνῃ πετομένους λογισμούς, ἀποδιώξῃ ἀφ' ἡμῶν μετὰ πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων, καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς, κατὰ τὸ ἀρχαῖον ἱερόν, ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός, ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται, καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι, καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ-ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν-, ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ μετὰ νηπίων καὶ θηλαζόντων, καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», Χριστὸς κύριος καὶ θεός, ὁ «βασιλεὺς τῶν αἰώνων»· αὐτῷ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.