ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τὴν τοῦ οὕτω πρὸς αὑτὸν διακειμένου σύνεσιν ἀντιβουκολεῖ τὴν ἐκείνου κα κίαν ἐν τῷ γινώσκειν αὐτοῦ τῆς ἀγνωμοσύνης τὴν διάθεσιν. Συνελόντι δ' εἰπεῖν, πᾶς ὁ κρίνων ἑαυτὸν ἔξω παντὸς ἔσται πλημμελήματος· τῶν δὲ κεκραγότων οὐδεὶς σώφρων ἐστίν. Ὁ δὲ νῦν μὲν ὠχρός, εἶτα ἐρυθρός, τῷ δὲ συγκρίματι τοῦ σώ ματος ποικιλλόμενος, οὗτος ὥσπερ χαμαιλέοντες ἐν τῷ καύ σωνι καὶ τῇ ἐρημίᾳ περινοστεῖ. Κατανοητέον δὲ ἔτι καὶ τὰς ἐνίων διαθέσεις ἐπὶ τῆς τῶν ἀναγνωσμάτων ἐπιτηδεύσεως· ἅμα γάρ τις ἀναγινώσκει καὶ ὁ τρόπος αὐτοῦ τῆς φρονήσεως δῆλος γίνεται παρὰ τοῖς ἐῤῥωμένοις κριτικοῖς. Ποιότητες δὲ ψυχῶν καὶ ἀπὸ τοῦ βίου δείκνυνται· διὰ γὰρ τοῦ περὶ τὴν ἀναστροφὴν ἐπιτηδεύματος γινώσκονται καὶ τῶν μὴ φαινομέ νων αἱ ὑποστάσεις. Παραιτητέον δὲ καὶ τὸν ἐριστικὸν διὰ τέχνης αὑτὸν ὑποτιθέμενον, ἐν τῷ μὴ ἀντιφιλονεικεῖν, νικᾶ σθαι· ᾧ ἄμεινον, ὑπὲρ τοῦ μὴ κινδυνεύειν νικᾶν σπουδάζοντα, τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐπιτηδεύειν. Ὁμιλίας δὲ ποιεῖσθαι χρὴ τὰς εὐσυνειδήτους. Καὶ οἱ περίπατοι διὰ τὸ σωμάτιον γινέσθωσαν, μὴ διά τινα πραγματείαν, συναλλάγματα βίαια κατὰ τοῦ πλησίον συγ καττύοντας. Oὐκ ἄτοπον δὲ χαριεντιζομένους ἡμᾶς τὸ δύστρο πον ἀπαλεῖψαι τῶν ὑπὲρ λίαν συνετῶν. ∆ιὰ γὰρ τὸ κατὰ φύσιν ἀναγκαῖον, χάριν τοῦ ἀποτρίψασθαι, ἐπὶ τόπων τινῶν ἀφωρισμένων ἔθος ἐστὶν ἐνίοις προσποιητῶς ὑποχωρεῖν καὶ τὸ τέλος τῆς κατά τινων σκέψεως ἐν τοῖς ἀφεδρῶσι συντάτ τειν. Ὥσπερ δὲ ὁ κωμικὸς πατὴρ ἀσωτευόμενον τὸν υἱὸν βαστάζειν φησίν, κἂν ὀσφρανθῇ τοῦ μύρου, μὴ ὀσφραίνεσθαι λέγει, δυσωδίᾳ περιγράφειν αὐτοῦ τὸ ἁμάρτημα πειρώμενος, οὕτως κἀγὼ συμβουλεύω τοῖς ἄγαν ἐσκληραγωγημένοις τοὺς φρονιμωτέρους ἐμφαίνειν, ὅτι μήτε ἃ πράττουσιν ἐπίστανται μήτε ἃ λέγουσι γινώσκουσιν. Ὁ δὲ παρ' ἑαυτῷ φρόνιμος εἶναι νομίζων ἀντικρούει πρὸς τὰς νουθεσίας καὶ ἀντιδοξεῖ καὶ τοῦ συμβουλεύοντος ἀντίδικος γίνεται καὶ μελετᾷ καθ' ἑαυτὸν τὸ ἀνθρώπινον καὶ ἄπιστον. ∆ιὰ τοῦτο παρέχωμεν ἑαυ τοὺς ἀλήπτους, μὴ τὸ δοκοῦν ἑαυτοῖς μόνον πράττοντες ἀλλὰ καὶ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ὀργιστέον δέ, καλὸν μέν, εἰ μηδέποτε· μανίας γάρ ἐστι τὸ τοιοῦτον εἶδος· εἰ δέ ποτε καὶ κατεπείγει, συγχρηστέον τῇ ὀργῇ πρὸς τὴν τοῦ πλησίον θεραπείαν. Ὁ γὰρ παρὰ λόγον αὐτὸν πραγματευόμενος μισεῖ πρῶτον μὲν ἑαυτόν, ἔπειτα δὲ καὶ τὸν πλησίον, ἑαυτὸν μὲν ταράττων, ἐκεῖνον δὲ ὀδυνῶν. Γέγραπται γάρ, ὅτι Πᾶς ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει. Τὸ δὲ τοῦ κινήματος αὐτός τις καθ' ἑαυτὸν γινόμενος κατα μαθεῖν δυνατός. Ἤδη δέ τινας ἴσμεν διὰ τῆς πρὸς τοὺς πλησίον νουθεσίας ἑαυτοὺς κατακρίνοντας· ὃ γάρ τις παι δεύει τὸν ἕτερον, τοῦτ' αὐτὸς ποιείτω πρότερον, μήπως λάθῃ διὰ τοῦ πλησίον καθ' ἑαυτοῦ ποιούμενος τὴν ἀπόφασιν.