1

 2

 3

 4

 5

 6

6

ἀφορμὴν ἐζήτει πῶς ἀναγνωρισθῇ τοῖς ἀδελφοῖς. Μόνον γὰρ ἐθεάσατο τούτους, καὶ τὸν ὁμομήτριον ἀδελφὸν Βενιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς ἀμπέλου βότρυν, τὸν ἄγευστον τῆς μισαδελφίας, τὸν ἀδελφὸν καὶ τῇ φύσει καὶ τῇ γνώμῃ, εὐθέως περιχαρέσι δάκρυσι τὰς παρειὰς νοτίσας, ἀνεβόησε λέγων· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· νῦν δὲ μὴ σκληρὸν ὑμῖν φανήτω. Ὢ τῶν ξένων πραγμάτων! ὁ ἀνεύθυνος ὡς ὑπεύθυνος ἀπολογεῖται. Ἐγώ εἰμι Ἰωσὴφ, ὦ ἀδελφοί. Εἰ μὴ ἄκοντες προσεκυνήσατε, ψευδῆ μου τὰ ὀνείρατα· εἰ μὴ ἀνωρθώθη τὸ ἐμὸν δράγμα, καλῶς τὸ δρέπανον τῆς μισαδελφίας ὠξύνατε. Μάθετε κἂν οὕτως, ὦ ἀδελφοὶ, ὅτι πᾶς ὁ ἐλπίζων ἐπὶ Κύριον οὐ καταισχύνεται. Λιτοῦ με χιτῶνος ἐστερήσατε· ἴδε, πορφύραν περιβέβλημαι· ἐν λάκκῳ με ἐχώσατε· ἴδε, ἐν ἅρματι χρυσοκολλήτῳ ἐποχοῦμαι· ὡς δοῦλον ἐπωλήσατε· ἴδε, βασιλεὺς ἀναδέδειγμαι· φυλακὴν ᾤκησα· ἴδε, ἐν βασιλείοις ἀναστρέφομαι· κλοιὸν ἐφόρεσα· ἴδε, διάδημα ἐκ λίθων τιμίων περίκειμαι. Εὔκαιρον οὖν εἰπεῖν ἀληθῶς τὰ τοῦ μακαρίου Παύλου· Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.