1

 2

 3

 4

 5

 6

 7

 8

6

δ' ἄρα καὶ τοιοῦτος ᾖ, μὴ τοῦτο ἐννοείτω μόνον τὴν τῶν χρημάτων προσθήκην, ἀλλ' ὅτι πολλὰ καὶ τῷ θεῷ καὶ τοῖς ἀνθρώποις προσκρούειν προαχθήσεται. Ἂν μὲν γὰρ τῶν δυνατῶν ᾖ καὶ πολλὴν ἐχόντων ἰσχύν, ἔστιν ὅτε παρὰ γνώμην πολλὰ καὶ πρᾶξαι καὶ παθεῖν αὐτὴν βιάσεται, καὶ ὅπερ ἐπὶ τῆς χηρείας ἐδεδοίκει, τοῦτο μετὰ πλείονος ἀνάγκης ὑποστήσεται νῦν· καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι καὶ ταχίστην εἰκὸς αὐτὴν δέξασθαι τὴν μεταβολήν. Χήρα μὲν γὰρ οὖσα, κἂν ἐλαττώσῃ τι τῶν τοιούτων, ἀλλ' ὅμως τὰ λειπόμενα μετὰ πολλῆς ἕξει τῆς ἀσφαλείας· ἀνδρὶ δὲ συναφθεῖσα δυνατῷ καὶ τὰ τῆς πόλεως πράττοντι, ἢ καὶ ἑτέραν τινὰ μετιόντι φροντίδα, πολλάκις ἀθρόον πάντα ἀποβαλεῖται· ταῖς γὰρ τῶν ἀνδρῶν συμφοραῖς ἀνάγκη καὶ τὰς συνοικούσας αὐτοῖς κοινωνεῖν. Εἰ δὲ μηδὲν συμβαίη τοιοῦτον, τί τὸ κέρδος, εἰπέ μοι, δουλείαν ἀντ' ἐλευθερίας αἱρεῖσθαι; τί δὲ τὸ ὄφελος τῶν πολλῶν χρημάτων, ὅταν αὐτοῖς χρήσασθαι μὴ δύνηται πρὸς ἃ βούλεται; Οὐ πολλῷ βέλτιον ὀλίγα μετ' ἐξουσίας ἔχειν, ἢ τὰ τῆς οἰκουμένης μετὰ τοῦ καὶ αὐτὴν σὺν ἐκείνοις ὑποκεῖσθαι ἑτέρῳ; Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἄλλα ἅπαντα παρίημι νῦν. Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων· χήρᾳ δὲ καὶ ἐνοχλήσει τις ταῦτα λέγων. Ἃ γὰρ διὰ τῶν πραγμάτων ἔμαθεν ἀκριβέστερον, περιττὸν τῷ λόγῳ πειρᾶσθαι διδάσκειν αὐτήν. Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι μετὰ πλείονος ὁμιλήσει τῆς παρρησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν. Ταύτην μὲν γὰρ κἂν ὡς γυναῖκα στέργῃ, ἀλλ' οὐχ ὡς παρθένον λαβών· ὅτι δὲ πολλῷ ἐκείνου τούτων οἱ ἔρωτες σφοδρότεροι καὶ μανικώτεροι, παντί που δῆλόν ἐστιν· ἐκείνην δὲ ἅτε ἔμπειρον ἀνδρὸς οὖσαν οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει. Πεφύκαμεν γάρ, ὡς εἶπον, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἶδα πόθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ' ἑτέρους ἔχομεν, ἀλλ' αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι. Τοῦτο καὶ ἐπὶ ἱματίων ἴδοι τις ἂν συμβαῖνον ἡμῖν· οὐ γὰρ ὁμοίως διακείμεθα πρὸς τὰ παρ' ἑτέρων χρησθέντα καὶ τὰ παρ' οὐδενός. Τοῦτο καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ σκευῶν· καὶ γὰρ οἰκίαν τὴν παρ' ἑτέρου δοθεῖσαν ἡμῖν οὐχ ὁμοίως ἐκείνῃ φιλοῦμεν ἣν αὐτοὶ κατεσκευάσαμεν· καὶ τῶν σκευῶν τὰ μὲν ἄρτι γενόμενα καὶ πρώτην παρ' ἡμῖν χρείαν δεξάμενα ἐν πολλῇ τῇ φειδοῖ φυλάττομεν καὶ σπουδῇ, τὰ δὲ ἐξ ἑτέρων ἐλθόντα εἰς ἡμᾶς οὐ σφόδρα προσιέμεθα, ἀλλ' οὕτως ἀποστρεφόμεθα, ὡς καὶ ἀνασκευάσαι πολλάκις αὐτά. Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικός, οὗ τιμιώτερον ἀνδράσιν οὐδέν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός. Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα. Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην, ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται· τὴν δὲ ἑτέρῳ πρότερον συναφθεῖσαν οὐ μετὰ τῆς αὐτῆς ὄψεται φιλίας τε καὶ εὐνοίας. Μὴ γάρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα. Οὐ διὰ ταῦτα μόνον πλείονος ἐκείνη μεθέξει τῆς παρρησίας, ἀλλὰ καὶ δι' ἕτερα πολλά. Οὗτος μὲν γὰρ καὶ ὀνειδίσαι εὐκόλως δύναιτ' ἂν ὡς καταφρονούμενος παρ' αὐτῆς, καὶ τεκμήριον τῆς ὀλιγωρίας τὴν εἰς τὸν πρότερον αὐτῇ γεγενημένην ἀπιστίαν προενεγκεῖν καὶ ἐπιστομίσαι καὶ ὑπὲρ τῶν γεγενημένων καὶ ὑπὲρ τῶν μηδὲ συμβησομένων ἴσως. Ὁ γὰρ ἀπελθὼν καὶ καταφρονηθεὶς καὶ τὸν ζῶντα ταῦτα ὑποπτεῦσαι πείσει περὶ ἑαυτοῦ, κἂν μὴ γένηται. Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικός,