6
πινακίδιον κηρόχυτον ἐζητήθη, καὶ γλῶσσα ἱερατικὴ ἐλύθη, καὶ ἡ φωνὴ ἐπανῆλθεν· ὅτι πρόδρομος ἐφάνη, καὶ ὁ κόσμος ὅλος ἐχάρη. Ἀλλ' ἐνταῦθα μὲν ἔδει καταλῦσαι τὸν λόγον· οὐ συγχωρεῖ δὲ Ζαχαρίας βοῶν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων! Τί λέγει ὁ Ζαχαρίας; Πρώτην φωνὴν μετὰ τὴν ἀνάστασιν ὁ Ζαχαρίας ἐβόησεν, Εὐλογητὸς Κύριος. Τί οὖν; τέθνηκεν ὁ Ζαχαρίας, καὶ ἀνέστη; Οὐ τέθνηκε φυσικῶς· παραπλήσια δὲ ὑπέμεινε τῷ θανάτῳ. Οἴκοθεν γὰρ, ὥσπερ τάφον, τὴν σιωπὴν ἔσχε, καὶ σπαργάνοις κατεδέθη, τοῖς γλωττίοις δεσμοῖς· τὸν βίον μετῆλθε, μὴ ἀναπνέων τὴν ἱερωσύνην· καὶ θρῆνον ὑπέμεινε, τὴν τοῦ λαοῦ στυγνότητα. Ἱερέως γὰρ ἀργοῦντος, τῷ πένθει κατέπιπτον πάντες οἱ μεσιτευόμενοι. Πρώτην φωνὴν ταύτην ἐβόησε μετὰ τὴν τροπικὴν ταύτην ἀνάστασιν ὁ Ζαχαρίας· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Ὦ Ζαχαρία, εἰ μὴ τὸν πνευματικὸν στάχυν κατεῖδες, τὸν νοητὸν γεωργὸν οὐκ ἐγνώριζες· εἰ μὴ τὸ δῶρον ἀπέλαβες, τὸν δοτῆρα οὐκ εὐλόγησας. Ἀλλ' ἀξίαν ᾠδὴν τοῦ δώρου ὁ Ζαχαρίας προφητικῶς τῷ Θεῷ ᾔνεσε.
Κράζωμεν δὲ καὶ ἡμεῖς· Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Χριστιανῶν, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.