1

 2

 3

 4

 5

 6

6

τοῦτο χαλεπώ τερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσία τον γίνεται τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο. ∆ιὸ καὶ παρῄνει λέγων, Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· οὐκ εἶπε, Καταλιπόντες τὰ πρόβατα φεύ γετε ἔξω. Ταῦτα καὶ ὁ μακάριος Εὐστάθιος πεπαι δευμένος παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς· ἅπερ οὖν καὶ ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος ἀκούσας, ἔργῳ τὸν λόγον ἐπλήρωσεν. Εἰσιόντων γοῦν ἐκείνων, οὐκ ἀφῆκε τὰ πρόβατα, καίτοι γε οὐκ ἦν ἐπὶ τὸν θρό νον τῆς ἀρχῆς ἀνελθών· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν γενναίαν ἐκείνην καὶ φιλόσοφον ψυχήν. Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος· οὐδὲν γὰρ αὐτὸν οἱ τῶν θηρίων ὀδόντες ἔβλαπτον, οὕτως ἰσχυροτέραν πίστιν εἶχε τῶν ἐκείνων δηγμάτων. Ἔνδον τοίνυν στρεφόμενος, καὶ τῇ γινομένῃ πρὸς αὐτὸν μάχῃ πάντας αὐτοὺς ἀσχολῶν, πολλὴν ἄδειαν τοῖς προβάτοις παρεσκεύαζεν. Οὐ τοῦτο δὲ μόνον ἐποίει ἐμφράττων αὐτῶν τὰ στόματα, 50.605 ἀνακρουόμενος τὰς βλασφημίας, ἀλλὰ καὶ αὐτὰ τὰ θρέμματα περιιὼν κατεμάνθανε, μή που βέλος ἐδέξατό τις, μή που τραῦμα χαλεπὸν ἔλαβε, καὶ εὐθέως τὸ φάρμακον ἐπετίθει. Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν· οὗτος ἔσπειρεν, ἐκεῖνος ἐλθὼν ἐθέρισεν. Οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ἐγένετο. Καὶ γὰρ κἀκεῖνοι ζύμης δίκην ἐν μέσοις τοῖς Αἰγυπτίοις στρεφόμενοι πολλοὺς τῆς οἰκείας εὐσεβείας ἐποίησαν ζηλωτάς. Καὶ μαρτυρεῖ τοῦτο Μωϋσῆς λέγων, ὅτι πολὺς ἐπίμικτος λαὸς συνανέβη μετὰ τῶν Ἰσραηλιτῶν.

Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἔπραττε· καὶ γὰρ ἐκεῖνος οὐδέπω τοῦ λαοῦ τὴν προστασίαν ἐγχειρισθεὶς, ἐῤῥωμένως μάλα καὶ γενναίως τοὺς ἀδικοῦντας ἐκόλαζε, τοῖς ἀδικουμένοις ἤμυνε, 50.606 καὶ βασιλικὴν τράπεζαν ἀφεὶς, καὶ τιμὰς, καὶ προεδρίας, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἔδραμε, πάσης τρυφῆς, καὶ ἀνέσεως, καὶ τιμῆς προτιμοτέραν εἶναι νομίζων τὴν τῶν οἰκείων κηδεμονίαν· πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ' ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας· ἀλλὰ πάντα ἦν αὐτῷ κοῦφα· ἡ γὰρ τῶν γινομένων ὑπόθε-σις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν.

∆ιὰ δὴ ταῦτα πάντα εὐχαριστήσαντες τῷ Θεῷ, ζηλώσωμεν τῶν ἁγίων τούτων τὰς ἀρετὰς, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς κοινωνήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.