6
καὶ εἰς τὴν Ῥώμην ἀποστείλαντες ἐνόμιζον μὲν ἐπὶ θάνατον πέμπειν, ἔπεμπον δὲ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις διδάσκαλον, 50.593 τοῦτο δὴ καὶ ἐπὶ Ἰγνατίου γέγονε μετὰ περιουσίας τινός.
Οὐδὲ γὰρ τοῖς τὴν Ῥώμην οἰκοῦσι μόνοις, ἀλλὰ καὶ ταῖς ἐν τῷ μέσῳ κειμέναις πόλεσιν ἁπάσαις διδά σκαλος ἀπῄει θαυμάσιος, πείθων καταφρονεῖν τῆς παρ ούσης ζωῆς, καὶ μηδὲν ἡγεῖσθαι τὰ βλεπόμενα, καὶ τῶν μελλόντων ἐρᾷν, καὶ πρὸς τὸν οὐρανὸν βλέπειν, καὶ πρὸς μηδὲν τῶν ἐν τῷ παρόντι βίῳ δεινῶν ἐπιστρέφε σθαι. Ταῦτα γὰρ καὶ τὰ τούτων πλείονα διὰ τῶν ἔργων αὐτοὺς παιδεύων ὥδευε, καθάπερ ἥλιός τις ἐξ ἀνατολῆς ἀνίσχων καὶ πρὸς τὴν δύσιν τρέχων· μᾶλλον δὲ καὶ τούτου φαιδρότερος· οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς· κἀκεῖνος μὲν εἰς τὰ τῆς δύσεως ἀπιὼν μέρη κρύπτεται, καὶ νύκτα εὐθέως ἐπάγει· οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπ ελθὼν μέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ μέγιστα· ἐπειδὴ δὲ τῆς πόλεως ἐπέβη, κἀκείνην φιλοσοφεῖν ἐπαίδευσε. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἐκεῖ τὸν βίον αὐτὸν καταλῦσαι, ὥστε τὴν τούτου τελευτὴν διδασκάλιον γενέσθαι εὐσεβείας τοῖς τὴν Ῥώμην οἰκοῦσιν ἅπασιν. Ὑμεῖς μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι οὐδεμιᾶς ἐδέεσθε λοιπὸν ἀποδείξεως, ἐῤῥιζωμένοι κατὰ τὴν πίστιν· οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας. ∆ιὰ τοῦτο καὶ Πέτρος καὶ Παῦλος καὶ μετ' ἐκείνους οὗτος ἐκεῖ πάντες ἐτύθη σαν· τοῦτο μὲν ἵνα μολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰ δώλων αἵμασι, τοῖς οἰκείοις αἵμασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς ἀναστάσεως τοῦ σταυρωθέντος Χριστοῦ διὰ τῶν ἔργων παράσχωνται τὴν ἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώμην οἰκοῦντας ὡς οὐκ ἂν μετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰ μὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωμένον ἔμελ λον ἀναβαίνειν Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψε σθαι. Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι.
Ταῦτα γὰρ οὐχὶ νεκροῦ τινος, οὐδὲ ἐπὶ τῷ τάφῳ μείναντος, ἀλλ' ἀναστάντος καὶ ζῶν τος ἦν τὰ κατορθώματα. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ἡνίκα μὲν ἔζη, τοὺς συνόντας αὐτῷ πάντας ἀποστόλους ἀπὸ τοῦ φόβου γενομένους ἀσθενεστέρους προδοῦναι τὸν δι δάσκαλον, καὶ φεύγοντας ἀπελθεῖν, ἐπειδὴ δὲ ἐτελεύτη σεν, μὴ μόνον Πέτρον καὶ Παῦλον, ἀλλὰ καὶ Ἰγνάτιον τὸν οὐδὲ ἑωρακότα αὐτὸν, οὐδὲ ἀπολελαυκότα αὐτοῦ τῆς συνουσίας τοσαύτην ὑπὲρ αὐτοῦ προθυμίαν ἐπιδεί ξασθαι, ὡς καὶ αὐτὴν δι' αὐτὸν ἐπιδοῦναι τὴν ψυχήν;
εʹ. Ἵν' οὖν ταῦτα ἔργῳ μάθωσιν οἱ τὴν Ῥώμην οἰκοῦντες ἅπαντες,
συνεχώρησεν ὁ Θεὸς ἐκεῖ τελειωθῆναι τὸν ἅγιον. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο πιστώσομαι. Οὐ γὰρ ἔξω τειχῶν 50.594 ἐν βαράθρῳ, οὐδὲ ἐν δικαστηρίῳ, οὐδὲ ἐν γωνίᾳ τινι τὴν καταδικάζουσαν ἐδέξατο ψῆφον, ἀλλ' ἐν μέσῳ τῷ θεάτρῳ, τῆς πόλεως ἄνω καθεζομένης ἁπάσης, τὸν τοῦ μαρτυ ρίου τρόπον ὑπέμεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων, ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦ διαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισμάτων τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων μόνον οὕτω γενναίως, ἀλλὰ καὶ μεθ' ἡδονῆς ἀποθνήσκων. Οὐ γὰρ ὡς ζωῆς ἀποῤῥήγνυσθαι μέλλων, ἀλλ' ὡς ἐπὶ ζωὴν καλού μενος βελτίω καὶ πνευματικωτέραν, οὕτως ἀσμένως ἑώρα τὰ θηρία. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν ῥημάτων ὧν ἀποθνήσκειν μέλλων ἐφθέγξατο.