1

 2

 3

 4

 5

 6

 7

6

οὐδὲν τούτων ὁ πατὴρ τῶν ἐθνῶν ἐλογίσατο· ἀλλὰ προσετάγη, καὶ τῷ χωρισμῷ συνετίθετο· ἐντολὰς ἐλάμβανε, καὶ τὰ ἄδηλα ζητεῖν ἐπεπόθει. Πίστις γὰρ αὐτῷ τοῦτον ἀνέκαιε τὸν ἔρωτα. Τὰ γὰρ ἐπαγγελλόμενα τελείως κατανοήσας, πλέον πρὸς τὴν ἔξοδον τῆς πατρίδος ἐσπούδαζεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου. Ἐκ τῶν μηρῶν σου μέλλω, ἐκ σοῦ κατὰ σάρκα γεννᾶσθαι. Οὐδέν σοι τοιγαροῦν ὑπισχνοῦμαι· ἀρκεῖ σοι γὰρ μόνον, ἵνα πατήρ μου χρηματίσῃς. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ. Εἶτα τὰ κατὰ τὸν Ἀβραὰμ διηγησάμενος, ὅτι μιᾷ φωνῇ Θεοῦ ὑπήκουσε καλοῦντος, ὅτι προεῖπε τὴν τοῦ σπέρματος αὐτοῦ δουλείαν, καὶ ὅτι τετρακοσιοστὸν ἐν Αἰγύπτῳ δουλεύσουσιν ἔτος, καὶ ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ λυτρωθῶσι τῆς ἀνάγκης, καὶ ὅτι ἔδωκεν αὐτῷ περιτομῆς διαθήκην, λέγει λοιπὸν τὸν τοῦ Ἰσαὰκ παράδοξον τόκον, καὶ ὅτι τῇ ὀγδόῃ αὐτὸν περιέτεμε, καθὼς προσετάχθη. Ἔτι λέγει καὶ τὴν τοῦ Ἰακὼβ ἐκ τοῦ Ἰσαὰκ γένεσιν, καὶ ὅτι ὁ Ἰακὼβ δώδεκα πατριαρχῶν πατὴρ ἀνεδείχθη. Λέγει καὶ τὸν φθόνον πρὸς τοῦ Ἰωσὴφ τῶν συγγενῶν, καὶ τὴν πρᾶσιν αὐτοῦ τὴν ὑπὸ τῶν ἀδελφῶν ἐν Αἰγύπτῳ, καὶ ὅτι εὗρε χάριν καὶ σοφίαν παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου, καὶ ὅτι μετὰ τὴν δουλείαν κύριος καὶ σοφὸς ἀνεδείχθη. Λέγει καὶ, ὅτι λιμὸς καθ' ὅλου, ὡς εἰπεῖν, ἀνεδείχθη τοῦ κόσμου, καὶ ὅτι Χαναὰν τῇ ἀπορίᾳ τῶν βρωμάτων τὰ οἰκεῖα φίλτατα προεδίδου, καὶ ὅτι ἐν δόξῃ ἐνεφάνισεν ἑαυτὸν Ἰωσὴφ τοῖς ἰδίοις συγγενέσι, καὶ ὅτι μετεκαλέσατο Ἰωσὴφ ἐν Αἰγύπτῳ Ἰακὼβ τὸν πατριάρχην, καὶ ὅτι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ὁ Ἰακὼβ ἐκεῖσε κατῆλθε, καὶ ὅτι ἐπληθύνθη Ἰσραὴλ εἰς ἄμετρον ἐν Αἰγύπτῳ, καὶ ὅτι ἕτερος ἀνέστη βασιλεὺς, τὸν Ἰωσὴφ ἀγνοήσας, καὶ ὅτι κατασοφισάμενος τὸ τοῦ Ἰσραὴλ ἐκάκωσεν ἔθνος, καὶ ὅτι τὰ ἄῤῥενα βρέφη ἔκδοτα παρέπεμπε τῷ Νείλῳ ποταμῷ. Λέγει δὲ καὶ τὴν γένεσιν Μωϋσέως τοῦ νομοθέτου, καὶ ὅτι παρὰ τῶν γονέων ἐν τῇ θήκῃ ἐῤῥίφη, καὶ ὅτι ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ τοῦ βασιλέως, καὶ ὅτι πάσῃ τῇ τῶν Αἰγυπτίων ἐπαιδεύθη σοφίᾳ, καὶ ὅτι δυνατὸς ἐν λόγοις ἐδείχθη καὶ ἔργοις, καὶ ὅτι μετὰ τὸ τεσσαρακοστὸν ἔτος ἀνῆλθεν εἰς ἐπίσκεψιν τοῦ ἔθνους, καὶ ὅτι εἶδεν Ἰσραηλίτην ἀδικούμενον, καὶ ἠμύνατο τὸν Αἰγύπτιον, καὶ ὅτι μαχομένοις Ἰσραηλίταις συνεβούλευσε φιλιάσαι, καὶ ὅτι ὑβρίσθη παρὰ ὁμοεθνοῦς, ὡς ἐργασάμενος φόνον, καὶ ὅτι ἔφυγεν εἰς γῆν Μαδιὰν διὰ τοῦτον τὸν λόγον, καὶ ὅτι ἐκεῖ δύο υἱῶν πατὴρ ἀνεδείχθη, καὶ ὅτι ἄγγελος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ ὤφθη, καὶ ὅτι εἶδε πυρὸς καὶ βάτου ἄμαχον φιλίαν, 59.507 καὶ ὅτι φωνῆς οὐρανόθεν ἐπήκουσε θείας, καὶ ὅτι σύντρομος ἐγένετο μὴ τολμῶν κατανοῆσαι τὸ θαῦμα, καὶ ὅτι ἐκελεύσθη τῶν οἰκείων ποδῶν λῦσαι τὸ ὑπόδημα, καὶ ὅτι τὸν τόπον ἐν ᾧ ἔστη, γῆν ἤκουσεν ἁγίαν, καὶ ὅτι μετὰ σημείων τὸν λαὸν ἐξήγαγεν ἐξ Αἰγύπτου, καὶ ὅτι διὰ τῆς Ἐρυθρᾶς, ὡς διὰ τῆς ξηρᾶς, τὸν Ἰσραὴλ ἐστρατήγησε.

Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ' Αἰγυπτίων ἀνέθηκαν νίκας. Λέγει αὐτοῖς καὶ τὴν ἐν Βαβυλῶνι αἰχμαλωσίαν τοῦ ἔθνους, καὶ τὴν τοῦ ∆αυῒδ παρὰ τῷ Θεῷ εὐαρέστησιν, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ πατὴρ Χριστοῦ ἐχρηματίσθη. Λέγει δὲ καὶ τὸν ὑπὸ Σολομῶντος οἶκον κτισθέντα, καὶ ὅτι ὁ Θεὸς ἐν χειροποιήτοις οὐκ αὐλίζεται τόποις. Οὕτω τοιγαροῦν διεξελθὼν τὰς τῶν πατέρων ἱστορίας, λαβὼν εἰς συνεργίαν τὸ ἅγιον Πνεῦμα, τῶν κατ' αὐτῶν λοιπὸν ἀπάρχεται ὕβρεων, καί φησι· Σκληροτράχηλοι, ἀκαμπεῖς καὶ ἀδάμαστοι· ποία γὰρ ὀδύνη τὸν ὑμέτερον ἔκαμψεν αὐχένα; ποία ἀνάγκη τὸν ὑμέτερον ἔκλινε τράχηλον; οὐχὶ τετρακόσια ἔτη Φαραὼ ἐν Αἰγύπτῳ ἐδουλεύσατε; οὐχὶ ὄγδοον ὑμᾶς ἔτος ὁ Συρίας βασιλεὺς Χουσαρσὰθ εἰσεκτήσατο; οὐκ ὀκτωκαιδέκατον ἔτος ὑπὸ τὴν τῶν Μοαβιτῶν γεγόνατε βασιλείαν; οὐ πάλιν εἴκοσιν ὑπὸ τῶν Χαναναίων ἐδουλώθητε χρόνους; οὐχ ἕβδομον ἔτος αὖθις πάλιν Μαδιανίταις ὑπεκύψατε; οὐχὶ πάλιν ὀκτωκαιδέκατον ἔτος ὑπὸ Ἀμμωνιτῶν ἐκυριεύθητε; οὐχὶ τοῖς Φιλιστιεὶμ