1

 2

 3

 4

 5

 6

 7

6

ἁμαρτίας μου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐδέποτέ με σύλλογος τῶν συνδούλων εἰς αἰσχύνην ἤγαγε. Τί γὰρ ὄφελος ἐκ τῆς ἀγνοίας τῶν ἀνθρώπων, τοῦ κριτοῦ πάντα εἰδότος; τί δὲ βλάβος ἐκ τοῦ εἰδέναι τούτους τὰ πεπλημμελημένα, ὅταν ἐκεῖνος ἀπολῦσαι βούληται τῆς δίκης; Κἂν πάντες δικάζωσιν, ὁ δὲ δικαστὴς ἀποψηφίσηται, οὐδείς μοι λόγος τῆς ἐκείνων ψήφου· κἂν ἅπαντες ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως. Πανταχοῦ γὰρ πρὸς ἐκεῖνον ὁρᾷν χρὴ, καὶ ταὐτὸ ποιεῖν ἐπὶ τῶν ἁμαρτημάτων, ὅπερ ποιοῦμεν 50.660 ἐπὶ τῆς τῶν χρημάτων δαπάνης. Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν λόγον τῶν δαπανηθέντων, ἵν' εἰδῶμεν τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν εἰδῶμεν ὀλίγον ὂν τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν. Τὸ συνειδὸς τὸ ἡμέτερον καλέσαντες ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων· ἐξετάσωμεν, τί μὲν εἰς δέον ἀνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας. Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι, μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Τῶν μὲν οὖν χρημάτων ὑπὸ τὴν ἕω τὸν λόγον ποιεῖν εἰώθαμεν, τῶν δὲ πράξεων μετὰ τὸ δεῖπνον καὶ τὴν ἑσπέραν αὐτὴν, ἐπὶ τῆς κλίνης κείμενοι, οὐδενὸς ἐνοχλοῦντος, οὐδενὸς θορυβοῦντος, τῶν μεθ' ἡμέραν ἡμῖν πεπραγμένων καὶ λελεγμένων ἁπάντων ἀπαιτῶμεν τὰς εὐθύνας ἡμᾶς ἑαυτούς· κἂν ἴδωμέν τι ἡμαρτημένον, κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν τὸν λογισμὸν οὕτω σφοδρῶς, ὡς μηκέτι τολμῆσαι διαναστάντας ἡμᾶς πρὸς τὸ αὐτὸ τῆς ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνημένον.

εʹ. Ὅτι γὰρ οὗτος ὁ καιρὸς ἐπιτηδειότερος πρὸς τὸ τοιοῦτον λογοθέσιον, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Πολλὰ μεθ' ἡμέραν οὐχ ὡς βουλόμεθα πράττομεν· καὶ φίλοι παροξύνουσι, καὶ οἰκέται ἐκθηριοῦσι, καὶ γυνὴ λυπεῖ, καὶ παιδίον ὀδυνᾷ, καὶ ὄχλος πραγμάτων βιωτικῶν καὶ δημοσίων περιίσταται· καὶ οὐ δυνάμεθα συνιδεῖν τότε, οὐδὲ ὅπως ὑποσκελιζόμεθα. Πάντων δὲ τούτων ἀπαλλαγέντες, καὶ καθ' ἑαυτοὺς γενόμενοι κατὰ τὴν ἑσπέραν, καὶ πολλῆς ἀπολαύοντες ἡσυχίας, συγκροτῶμεν ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν. Ἂν δὲ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνωμεν, καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θάνατον ἑαυτοῖς ἀφόρητον ἐπισπῶνται· οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς 50.661 ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπώμεθα τιμωρίαν. Οἶδα ὅτι φορτικὰ τὰ εἰρημένα, ἀλλ' ἔχει πολὺ τὸ κέρδος. Ἥμερον ἔχομεν ∆εσπότην· προφάσεως ἐπιλαβέσθαι βούλεται μόνον, καὶ πᾶσαν εὐθέως ἐπιδείκνυται τὴν φιλανθρωπίαν. Εἰ γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι μὴ ἐγινόμεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν· ἀλλ' οἶδε τοῦτο σαφῶς, ὅτι τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλάπτει. ∆ιὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ τὰ