1

 2

 3

 4

 5

 6

 7

 8

6

Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ· καίτοι καὶ αὗται στεῖραι ἦσαν, καὶ αὗται γεγηρακυῖαι, καὶ θαῦμα τὸ γινόμενον ἦν· ἀλλὰ παλαιὰ τὰ διηγήματα ἦν. Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν γενεὰν συμβαίνοντα τὴν ἡμετέραν μᾶλλον ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων ἐνάγειν εἴωθε. ∆ιὰ τοῦτο ἐκείνας ἀφεὶς, ἀπ' αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς Ἐλισάβετ τὸ ἐπ' αὐτῇ προεβάλλετο, ὥστε ἀπ' ἐκείνης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρικωδέστατον ἐκεῖνον καὶ σεμνότατον. Μέσος γὰρ τοῦ τε ἡμετέρου καὶ τοῦ δεσποτικοῦ ὁ τόκος ὁ τῆς στείρας ἦν, ἐλάττων μὲν τοῦ τῆς Παρθένου, μείζων δὲ τοῦ ἡμετέρου. ∆ιὰ τοῦτο, ὥσπερ διά τινος γεφύρας, μέσης τῆς Ἐλισάβετ, ἀπὸ τῶν κατὰ φύσιν ὠδίνων ἐπὶ τοὺς ὑπὲρ φύσιν ἀνάγει τῆς Παρθένου τὴν διάνοιαν. θʹ. Ἐβουλόμην πλείονα εἰπεῖν, καὶ ἑτέρους λόγους ὑμᾶς διδάξαι, δι' οὓς στεῖρα ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχὴλ ἦν· ἀλλ' ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν. ∆ιὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ εὐχὴ τοσούτου χρόνου. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ γὰρ νομίσῃς ὅτι ἐκάλεσε τὸν Θεὸν, καὶ εὐθέως εἰσηκούσθη· πολὺν γὰρ ἀνάλωσε χρόνον δεόμενος τοῦ Θεοῦ. Καὶ εἰ βούλεσθε μαθεῖν πόσον, ἐγὼ ὑμῖν καὶ τοῦτο μετὰ ἀκριβείας ἐρῶ. Εἴκοσι ἐτῶν ἀριθμὸν ἀνάλωσε δεόμενος τοῦ Θεοῦ. Πόθεν τοῦτο δῆλον; Ἐκ τῆς ἀκολουθίας αὐτῆς. Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπεσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λανθανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ' οὐκ ἀφῆκεν εἶναι ἀφανῆ. Ἄκουσον γοῦν πῶς λανθανόντως ἡμῖν τὸν χρόνον ἐδήλωσεν. Ἰσαὰκ δὲ ἦν ἐτῶν τεσσαράκοντα, φησὶν, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες πόσων ἐτῶν ἦν, ὅτε τὴν γυναῖκα ἠγάγετο; Τεσσαράκοντα ἐτῶν, φησὶν, ἦν ὅτε ἔλαβε τὴν Ῥεβέκκαν. Ἀλλ' ἐπειδὴ ἐμάθομεν πόσων ἐτῶν ὢν ἔγημε τὴν γυναῖκα, μάθωμεν καὶ πότε ἐγένετο λοιπὸν πατὴρ, καὶ πόσων ἐτῶν ἦν τότε, ὅτε ἐγέννησε τὸν Ἰακώβ· καὶ δυνησόμεθα ἰδεῖν πόσον ἔμεινε χρόνον στεῖρα ἡ γυνὴ, καὶ ὅτι τοῦτον ἅπαντα ἐδέετο τοῦ Θεοῦ τὸν χρόνον. Πόσων οὖν ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Ἰακώβ; Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἐπειλημμένος τῇ δεξιᾷ τῆς πτέρνης τοῦ ἀδελφοῦ αὐτοῦ· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰακὼβ, ἐκεῖνον δὲ Ἡσαῦ. Ἰσαὰκ δὲἦν ἐτῶν ἑξήκοντα, ὅτε ἐγέννησεν αὐτούς. Εἰ τοίνυν, ὅτε μὲν ἠγάγετο τὴν Ῥεβέκκαν, τεσσαράκοντα τῶν ἦν, ὅτε δὲ ἐγέννησε τοὺς υἱοὺς, ἑξήκοντα, εὔδηλον ὅτι εἴκοσιν ἔτη μεταξὺ στεῖρα ἔμεινεν ἡ γυνὴ, 51.362 καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἐδέετο τοῦ Θεοῦ ὁ Ἰσαάκ. ιʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐγκαλυπτόμεθα, τὸν μὲν δίκαιον ὁρῶντες εἴκοσιν ἔτη παραμένοντα καὶ οὐκ ἀφιστάμενον· ἡμεῖς δὲ ἐκ πρώτης αἰτήσεως ἢ δευτέρας πολλάκις ἀπαγορεύοντες καὶ δυσχεραίνοντες; Καίτοι ὁ μὲν πολλὴν πρὸς τὸν Θεὸν εἶχε τὴν παῤῥησίαν. καὶ ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὴν ἀναβολὴν τῆς δόσεως, ἀλλ' ἔμενε καρτερῶν· ἡμεῖς δὲ μυρίων ἁμαρτημάτων γέμοντες, πονηρῷ συνειδότι συζῶντες, οὐδεμίαν εὔνοιαν περὶ τὸν ∆εσπότην ἐπιδεικνύμενοι, ἂν μὴ, πρὶν ἢ φθέγξασθαι, ἀκουσθῶμεν, ἀλύομεν, ἀποδυσπετοῦμεν, ἀφιστάμεθα τῆς αἰτήσεως· διὰ τοῦτο κεναῖς ἀεὶ ἀναχωροῦμεν χερσί. Τίς εἴκοσιν ἔτη ὑπὲρ ἑνὸς πράγματος παρεκάλεσε τὸν Θεὸν, καθάπερ οὗτος ὁ δίκαιος; μᾶλλον δὲ τίς εἴκοσι μῆνας μόνους; Χθὲς μὲν οὖν ἔλεγον, ὅτι πολλοί εἰσιν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ χασμώμενοι, καὶ διατεινόμενοι, καὶ μεταστρεφόμενοι συνεχῶς, καὶ ὀλιγωρίᾳ πάσῃ περὶ τὰς εὐχὰς κεχρημένοι· σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέραν ἐκείνης. Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας. Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων