τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. 1.6 Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. Ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία βάσκανος, ἵνα μὴ τὸ κα λὸν καθαρὸν φανῇ· λόγιός τις, ἀλλ' οὐ σεμνός· καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλ' οὐ σωφρονεῖ· καί τις ἀνδρεῖος, ἀλλ' ἀλαζὼν ἄχραντον οὐκ ἐφύλαξε τὸ κάλλος αὑτῷ· καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρτάνει. Ὅμοια καὶ τὰ ἐφ' ἵππων καλὰ καὶ πονηρά· ταχεῖς, ἀλλ' ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταί, ἀλλ' ὑβρισταί· τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἳ δὲ ἀποσείονται· παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς· οἳ μὲν ἐκ φύσεως κακοῦργοι, οἳ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι, δάκνουσι καὶ λακτίζουσι καὶ ἀφίστανται καὶ ἀναχαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. Καὶ πολλοὺς εἰπεῖν ἔχω, ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ' ἵππων διεφθαρμένους. Τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσιν ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. Τί δ' ἄν τις ποιήσειεν κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήτε ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; Ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασσεύεται, ἀλλά, κἂν πρὸς ὀλίγον χειροήθη γεγενῆσθαι δοκῇ, ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται, οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον, κακίας ἐγχρονισθείσης. Ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. Ἡμερωσάτω αὐτὸν καὶ γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. Κοίλῳ ὁπλῆς προτέρου ποδὸς εὐωνύμου, χειρὶ εὐωνύμῳ ἐγχάραττε γραφίῳ χαλκῷ, σελήνης ἑκκαιδεκαταίας, Ῥωμαίας προσταγῆς ἀπειλήν· ἀνάγκην ἔχει πειθαρχίας ἡ γραφή· κεῖται δὲ ἐν ʹ πενταγώνῳ, ᾧπερ ἐγγέγραπται ὑπάτων διατόνου σημεῖα, φῖ καὶ δίγαμμα. 1.7 Μὴ χρεμετίσαι ἵππον Ἵπποι χρεμετίζουσιν, οἳ μὲν ἀπειλοῦντες, οἳ δὲ τὴν ἀπὸ θηλειῶν μόνον λαβόντες ὀδμήν. Χρήσιμος δὲ αὐτῶν καὶ ἡ φωνὴ καὶ σιωπή. Ὁπότε μὲν γὰρ <ἐφορμῶσιν>, εἰς φόβον συναλαλάξαι τοῖς συστρα τιώταις διδάσκονται, ὅτε δὲ λοχῶσιν, αὐτοῖς συλλαθεῖν. Ἀλλὰ γὰρ τὸ τεχνητὸν τοῦτο ἢ ὥρα ἔτους ἢ ἐρωτικὴ φύσις ἐπὶ μᾶλλον ἀμβλύνει. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος Λακεδαιμονίους εἷλεν λοχῶντας, τῶν ἵππων αὐτοῖς χρεμετισάντων, αὐτὸς θηλείας ἄγων. Καὶ πάλιν αὐτὸς τὴν ἐνέδραν κατέστησεν ἀκίνδυνον, τῶν ἵππων αὐτοῦ ἀναγκασθέντων σιωπᾶν Σπαρτιατῶν ἵππων θηλειῶν στάσει. Τὸ τοῦ Μεσσηνίου στρατήγημα μένει μεμνημένον. Εἴτ' οὖν λῃστευόμενόν τις διΐοι χωρίον, εἴθ' ὑφιζάνοι πολεμίοις λόχον ἱππότην, τὸ ὑποδειχθησόμενον πραττέτω· οὐ μόνον δὲ τοῦτο Ἑλλήνων ἔργον καὶ εὕρεμα παλαιῶν στρατηγῶν, ἀλλὰ γὰρ καὶ Πάρθοι τοὺς ἵππους οὕτως τοὺς ἑαυτῶν ἐς τὰς μάχας ἄγουσι σιγῶντας. Νευρᾷ εὐστρόφῳ ἡ οὐρὰ τοῦ ἵππου ὑπὲρ τὴν τρίχα κατασφίγγεται, ὡς ἐνδῦναι τὸν δεσμὸν τῇ ἐπιφανείᾳ πολύν· τῇ γὰρ εὐτονίᾳ τῆς ἐπιδέσεως ὁ ἵππος ἀλγῶν, τὸν μὲν αὐτὸν θυμὸν φυλάττει καὶ τάχος, μόνον δὲ τὸ φώνημα ἴσχει, κἂν ὁ ἀναγκάζων καιρὸς ἢ ἔρως ᾖ. 1.8 Πρὸς ἵππων ὑπόχυσιν Ἵππους Ὅμηρος ταχεῖς μὲν ἀνέγραψεν τοὺς Τρωϊκούς, μαντικοὺς δὲ ἐποίησε τοὺς Θετταλοὺς καὶ φωνὴν αὐτοῖς ἀνθρωπίνην ἐδωρήσατο, οὐ δαίμονας μὲν ὑποδεικνύων, ἀλλὰ μάθη<μα> ἐλέγχων ἵππειον. Χρῄζουσι γοῦν οἱ νῦν ἐφεστηκότες διαφανῶς μαθεῖν τὴν ἐξ ἵππων μαντικήν, ἀλλ' εἰσὶν ἀσυνήθεις. Σημαίνει ποικίλα ἵππου καὶ νεῦμα καὶ βλέμμα καὶ φωνὴ καὶ σιωπή. Τὰ μὲν οὖν ἄλλα παραλιμπάνω, χειμῶνας καὶ εὐθηρίας καὶ καρπῶν εὐετηρίας καὶ τὰς αὑτῶν ἐπιγονάς. Τὸ δὲ μέγιστον, τῶν πολεμίων ἐφόδους καὶ λέγουσι καὶ δεικνύουσι· καὶ προμαντεύονται καὶ φόνους· καὶ λανθάνοντα πολλάκις ἤλεγξαν τὰ λῃστήρια ὤτων τάσει, ἢ ὄκνῳ προόδου, <ἢ> φριμαξάμενοι. Καὶ οὐκ ἀνθρώπους πονηροὺς ἔδειξαν