ὑμῖν, Οὐκ ὀργισθήσῃ. Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσι κὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται· πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴ γε τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ; ἢ μήποτε ὁ Θεὸς λέγεται δεσπότης διχῶς, ὡς δημιουργὸς, καὶ ὡς γινωσκόμενος; ∆ιὸ καὶ Παῦ λος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν) ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον· εἰ δὲ τοῦ τοιούτου τέλους καὶ τῆς γνώσεως ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὢν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δου λείας ἐλεύθερος· καλῶς οὖν λέγεται μὴ εἶναι ὁ μύρ μηξ ὑπὸ δεσπότην, κατὰ ταύτην τὴν δεσποτείαν· εἶναι δὲ πάλιν ὑπὸ δεσποτείαν λέγεται, ὑπὸ τὸν Θεὸν, ὡς ὑπὸ δημιουργόν. ∆ιὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομῶν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν· διὰ δὲ τῆς με λίσσης, τὴν θεωρίαν τῶν γεγονότων σημαίνει καὶ αὐ τοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρ τοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δ' ἐναποκεί μενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐ τῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρ ελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολο μῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἴασις ψυχῆς· καὶ ὁ ∆αυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπὲρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρε τῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχον τας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα [ἄγνοι]αν καὶ ἀγνω σίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιού των κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικεί μενοι τοὺς αὑτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ, κτᾶται αἷμα δίκαιον· οὗ στερι 17.180 σκομένη ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδο μένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλο τρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθεί ρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέ φυκε γίνεσθαι, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. ∆ιαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρί σεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρί σεις· τὸ δὲ «ἐκκαίει,» ὡς οἶμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργα σίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώ σκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα. Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐ τὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλ' ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεω ρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ ∆ιαθήκη ἐστίν·