ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτισμα. Εἰς ἄφεσιν δὲ ἁμαρτιῶν, τίνι; ἢ τῷ μηκέτι ἁμαρτάνοντι. Εἶτα τὸν Ἡσαΐαν παρ ίστησι τοῦτο αὐτὸ βοῶντα; Τί γάρ; φησι Φωνὴ βο ῶντος ἐν τῇ ἐρήμῳ. Τοῦτο δέ φησιν· ὡς ἂν Ἡσαΐου αὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου. Ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφη τῶν. Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόμασται, οὐ λόγος. Προλαμβάνει γὰρ ἡ φωνὴ τὸν λόγον. Τὸ δέ· Ἑτοιμάσατε τὴν ὁδὸν 17.328 Κυρίου, τί ἐστιν, εἰ μὴ ἀντὶ τοῦ, Εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν; Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἀντὶ τοῦ, Παύσασθε ποιεῖν τὰ διεστραμμένα. Φάραγξ ἐστὶ βαθεῖα καὶ κοίλη πᾶς ἄπιστος, ὃς, πιστεύσας εἰς Χριστὸν, πληροῦται τῶν τοῦ Πνεύ ματος καρπῶν, τουτέστι τῶν ἀρετῶν. Ὄρος δὲ καὶ βουνὸς ταπεινωθείς ἐστιν ὁ τῶν Ἰουδαίων ὑψηλό φρων λαός ...... Ἢ ὄρη καὶ βουνοὶ αἱ ἀντικεί μεναι δυνάμεις, αἳ διὰ τῆς Χριστοῦ ἐπιμελείας ἐτα πεινώθησαν· φάραγγες δὲ οἱ ἄνθρωποι, οἳ πεπλή ρωνται ἔργοις ἀγαθοῖς. Τραχὺς ἦν ἡμῶν ὁ βίος, καὶ ἀνώμαλος ὁ λόγος. Ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν λεῖα πάντα πεποίηκε. Καὶ ἐπὶ μὲν τῶν ἐθνῶν ταῦτα γεγένηται· ἐπὶ δὲ τοῦ λαοῦ καθαιρεθέντος τὸ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσε ται. Ὄρος γὰρ ἦν ποτε καὶ βουνός· καθῃρέθησαν δὲ καὶ τεταπείνωνται. Εἰκότως γεννήματα ἐχιδνῶν πάντας τοὺς ἀπί στους καλεῖ. Ὁ γὰρ μὴ καταλιμπάνων τὰ ἐν αὑτῷ ἔθη, οὐ λαμβάνει καλῶς τὸ βάπτισμα· ἀλλ' ἔτι γέννη μα ἐχίδνης, ἐν ἑαυτῷ τὸν ἰὸν τῆς πονηρίας ἔχων. Τοῦ αὐτοῦ. Λίθους ὀνομάζει τοὺς ἐθνικοὺς, τοὺς λι θίνην ἔχοντας καρδίαν, καὶ ἐκ πολλῆς ἀναισθησίας τῇ κτίσει παρὰ τὸν κτίσαντα δουλεύοντας, καὶ λίθους προσ κυνοῦντας. Προφητεύει τοίνυν τὴν καθαίρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν. Ἐκείνοις γὰρ αὐ χοῦσι τὸν Ἀβραάμ φησι· Μὴ ἄρξησθε λέγειν ἐν ἑαυ τοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· τὰ δέ γε ἔθνη δύνασθαι τὸν Θεὸν ποιῆσαι τέκνα τοῦ Ἀβραάμ. Ποίων λίθων; Οὐ λίθους ἐδείκνυεν ἀψύχους, ἀλλ' ἀνθρώπους ἀναισθήτους ὄντας λίθους, ἐπειδήπερ λίθοις προσεκύνουν. Καὶ ἐγένετο ἐπ' αὐτῶν τὸ γε γραμμένον· Ὅμοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ἔτι δὲ καὶ περὶ τῶν λίθων γέγραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ· Ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως οὗ παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω· ὡς δῆλον, ὅτι με τὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν. Στίχ. ιʹ. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες· Τί οὖν ποιήσομεν; Στίχ. ιαʹ. Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι. Ὃ λέγουσι, τοιοῦτόν ἐστι· Τὰ δεδομένα ἡμῖν ἐκ Μωϋσέως καὶ τῶν πατέρων ἔθη περὶ θυσιῶν, ἃ περὶ ῥαντιστηρίων ποιήσομεν, ἢ ἑτέρας ἡμῖν πολιτείας εἰσ άγεις ὁδόν; Εἰ γὰρ οὐδὲν ἡμᾶς τὰ Ἰουδαϊκὰ ὠφε λεῖ, εἰπὲ ἡμῖν, τί χρὴ ποιεῖν; Οὐ γὰρ ἴσμεν ἑτέρας πολιτείας ὁδόν. Τί οὖν ὁ Βαπτιστής; Μὴ τολμῶν ὡς οἰκέτης ἀποκινῆσαι τὴν σκιὰν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν εἰσαγαγεῖν, ἄγει αὐτοὺς ἐπὶ τὸ πλήρωμα τοῦ νόμου, τουτέστι τὴν ἀγάπην, ἧς ὁ καρ πὸς τὸ κοινωνικὸν εἶναι καὶ εὐμετάδοτον, καὶ φιλό πτωχον. Ἦν γὰρ τοῖς Ἰουδαίοις ἐπὶ ἀδελφῶν ἀγαπήσει καύχησις, καὶ τὸ τῆς φιλοπτωχίας ἐξαίρετον· τὸ 17.329 μὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς ∆ιαθήκης εἰσάγουσα. Τρία πράγματα εἰσάγει, καὶ τὰ λοιπά. ΚΕΦ. Αʹ. Στίχ. κβʹ. Βλέπε τὸν τύπον ἐν τῷ Ζαχαρίᾳ. Ἐκβαλόντες γὰρ τὸν λόγον ἐφ' ἑαυτῶν, καὶ μὴ δυνάμενοι περὶ μη δενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου, κωφοὶ καὶ ἄλογοι μένουσι. Στίχ. ξγʹ. Καὶ αἰτήσας πινακίδιον ἔγραψεν, Ἰωάννης ἐστὶν τοὔνομα αὐτοῦ. Ἐπειδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη Θεοῦ, Ἰωάννης δὲ ὁ δεικνύς· μέμνηται δέ τις τοῦ ἀπόντος, δείκνυσι δὲ τὰ παρόντα· διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἤθελον. ∆ιότι ἔμελλεν μονονουχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόν τος, ἀλλ' αὐτὸν ἐκεῖνον τῷ