εἴρηται· «Ὁπότε μετεμόρφωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ·» ὁ δὲ Ἀκύλας· «Ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ.» ∆ιὸ καὶ προϊὼν ἐν τῷ ψαλμῷ τὴν ἱερὰν, ὡς ἔοικε, τροφὴν αἰνιττό μενός φησι· «Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύ ριος.» Μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παρ 12.1069 αινῶν τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ᾧ καὶ τοῦ νόμου ἦν σύμβολον· τοῦ τῆς εὐχαριστίας Χριστοῦ σώματος τοὺς τῆς προθέσεως ἄρτους παρειληφότος. Ἔστι καὶ ἑτέρα ἀλλοίωσις τοῦ ∆αυῒδ, καθ' ἣν ἠλ λοίωσε τὸ πρόσωπον αὐτοῦ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ τὸν ἀλλόφυλον, μανίαν ὑποκρινόμενος· ἀλλ' οὐκ ἔοι κεν ὁ ψαλμὸς ταύτην ἐπὶ τοῦ παρόντος προσαλλοίω σιν σημαίνειν. Οἱ δὲ μηδ' ἕτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὲ, μήτε ᾠδὴ, μήτε ὕμνος, μήτε ψαλ μὸς, μήτε μελῴδημα, μήτε αἴνεσις, μήτε προσευχὴ, μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδα σκαλίας περιέχειν, καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν· οἷός ἐστιν ὁ δέκατος, ἐν ᾧ εἴρηται· «Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου,» καὶ τὰ ἑξῆς· καὶ ὁ δέκα τος τρίτος καθ' ὅμοια λέγων· «Εἶπεν ἄφρων ἐν καρ δίᾳ αὐτοῦ.» Καὶ οἱ λοιποὶ δὲ παραπλησίως λόγους τινὰς διδασκαλικοὺς καὶ πλήρεις ὠφελείας ἐπάγον ται· οὐ μὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἢ ἐν ᾠδαῖς κατε λέγησαν, τῷ μὴ σώζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον· εἰ μὴ ἄρα ἐγράφησαν καὶ αὐτοὶ ὥστε λεχθῆ ναι διὰ ψαλτηρίου ἢ δι' ᾠδῆς, ἢ ὥς τις τῶν εἰρημέ νων· οὐ συνέβη δὲ καὶ λεχθῆναι αὐτοὺς, ὥστε ἔχειν ὁμοίαν μὲν ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ᾠδαῖς, καὶ ταῖς προσευχαῖς δύναμιν, μὴ ἐπιγεγράφθαι δὲ διὰ τὸ μὴ λεχθῆναι αὐτήν. Ἢ μήποτέ τινες μὲν διὰ τὴν προ τέραν αἰτίαν, τινὲς δὲ τῆς δευτέρας ἕνεκεν οὐκ ἠξιώ θησαν προγραφῆς. Ὁ μὲν γὰρ πεντηκοστὸς πρῶτος, οὐδέτερα ὢν τῶν εἰρημένων, τὰ περὶ τοῦ ∆ωὴκ ἀπαγ γέλλει λέγων· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς,» καὶ τὰ ἑξῆς· ἅπερ διὰ τὸ σκυθρωπὸν οὐκ ἂν λεχθείη τῷ τρόπῳ τῶν ψαλμῶν, ἢ τῶν ᾠδῶν· ὡς οὐδὲ ὁ πεντηκοστὸς δεύτερος καὶ οὗτος λυπηρὰ περιέχων. Ὁ δὲ πεντηκοστὸς τέταρτος οὗ ἡ ἀρχή· «Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου,» τρόπον περιέχει προσ ευχῆς· καὶ ὁ εἰκοστὸς ἕκτος· «Κύριος φωτισμός μου καὶ σωτήρ μου,» οὐδὲν διενήνοχε τῆς εὐχῆς· ὅμως δ' οὖν οὐκ ἠξιώθησαν προγραφῆς. ∆ιὰ δὲ τὴν δευτέραν, ὡς εἰκὸς, αἰτίαν, τοῦ ἑβδομηκοστοῦ πρώ του ψαλμοῦ ἐπὶ τέλει τῆς προφητείας περιέχοντος, «Ἐξέλιπον οἱ ὕμνοι ∆αυῒδ, υἱοῦ Ἰεσσαί·» ἐπειδὴ δέ τινες ὑπέλαβον τέλος τῶν τοῦ ∆αυῒδ ὕμνων τὸ λό γιον σημαίνειν, σημειώσῃ, ὅτι οὐ τοῦτο δηλοῖ ἡ τοῦ Ἑβραίου διάνοια. Ὁ γοῦν Ἀκύλας, ἀντὶ τοῦ· Ἐξέλπον οἱ ὕμνοι ∆αυῒδ, «Ἐτελέσθησαν προσευχαὶ ∆αυῒδ,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος· «Ἐπετελέσθησαν προσ ευχαὶ ∆αυΐδ·» καὶ ἡ πέμπτη ἔκδοσις, «Ἀνεκε φαλαιώθησαν προσευχαὶ ∆αυΐδ.» ∆ι' ὧν παρίσταται τοῖς ἐν τῷ ψαλμῷ περὶ τοῦ Χριστοῦ προφητευομένοις συνῆφθαι τὰ εἰρημένα· ἐπιγέγραπται μὲν γὰρ ὁ ψαλμὸς «εἰς Σαλομὼν,» ἀναφέρεται δὲ τὰ ἐν αὐτῷ εἴς τε αὐτὸν Σολομῶντα, καὶ τὸν ἐκ σπέρματος αὐτοῦ γε νησόμενον υἱὸν αὐτοῦ· διὸ εἴρηται· «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Εἶτα ἑξῆς τούτοις ἐπιφέρον ται λόγοι τινὲς προφητικοὶ περὶ τοῦ υἱοῦ βασιλέως, δηλαδὴ ἐκ σπέρματος Σολομῶντος γεννηθησομένου, 12.1072 οἵτινες οὐκ ἐφ' ἕτερον ἁρμόζειν δύνανται ἢ ἐπὶ μό νον Χριστὸν τοῦ Θεοῦ. Τὸ γὰρ, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περά των τῆς οἰκουμένης,» καὶ παραπλήσια τούτοις οὔτ' ἐπ' αὐτὸν ἀνάγοιτο ἂν τὸν Σολομῶντα, οὐδ' ἐπὶ τὸν ἀναδεξάμενον αὐτοῦ τὴν ἀρχὴν Ῥοβοὰμ, οὐδ' ἐφ' ἕτε ρον τῶν αὐτοῦ διαδόχων, ἀλλ' ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ἐπεὶ τοίνυν κατὰ τὸν ∆αυῒδ δι' εὐχῆς ἦν ἐπιτελεσθῆναι τὴν ἐκ σπέρματος αὐτοῦ γένεσιν τοῦ Χριστοῦ, καὶ τὰ ἐπὶ ταύτῃ προφητευόμενα, ἐν οἷς ἦν τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ὡς ἐπὶ τέλει λέλεκται· «Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ·» εἰκότως ἐπισυνῆπται τούτοις κατὰ μὲν τὸν Ἀκύλαν· «Ἐτελέσθησαν προσευχαὶ ∆αυΐδ·» κατὰ δὲ τὸν