δὲ προαιρέσει σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ † προΐκασα † ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην. 6.2 Ὑπῆρχε δὲ ταύτῃ καὶ γένος ἐν οἷς τεκνοποιεῖται θυγατέρα ἀδελφῆς ἰδίας, ᾗ νύκτωρ καὶ μεθ' ἡμέραν ἐπηγγέλλετο τὰ αὐτῆς, τοῦ οὐρανίου πόθου ἐκπεσοῦσα. Εἶδος γὰρ καὶ τοῦτό ἐστι πλάνης τοῦ διαβόλου, ἐν προσχήματι φιλοσυγγενείας εἰς πλεονεξίαν ὠδίνειν παρασκευάζοντος· ὅτι γὰρ αὐτῷ οὐ μέλει περὶ γένους, ἀδελφοκτονεῖν καὶ μητροκτονεῖν καὶ πα τροκτονεῖν ἐκδιδάσκοντος, ὡμολόγηται. 6.3 Ἀλλὰ κἂν δόξῃ συγγενῶν κηδεμονίαν ἐντιθέναι, οὐκ εἰς εὔνοιαν ἐκείνων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ τὴν ψυχὴν ἄδικον ἐξασκῆσαι, εἰδὼς τὴν ἀπόφασιν ὅτι "Ἄδικοι βασιλείαν θεοῦ οὐ κληρο νομήσουσι". ∆ύναται δέ τις φρονήσει κινούμενος θεϊκῇ μήτε τῆς ἑαυτοῦ ψυχῆς καταφρονεῖν, καὶ τοῖς συγγενέσιν αὐτοῦ, εἴ γε λείπονται, διδόναι παραμυθίαν. Ὅταν δέ τις ὅλην τὴν ψυχὴν ἑαυτοῦ καταπατήσῃ κηδεμονίᾳ συγγενῶν, ὑποπίπτει τῷ νόμῳ, ἐπὶ ματαίῳ τὴν ἑαυτοῦ ψυχὴν λογιζό μενος. 6.4 Ἄιδει δὲ ὁ ἱεροψάλτης περὶ τῶν τῆς ψυχῆς φρον τιζόντων ἐν φόβῳ, ὅτι "Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου;" ἀντὶ τοῦ, σπανίως· "ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ". Οὗτοι γὰρ ἐπὶ ματαίῳ αὐτὴν λαμβάνουσιν ὅσοι τῶν ἀρετῶν ἀμελοῦσι, νομίζοντες αὐτὴν τῷ σαρκίῳ συνδιαλύεσθαι. 6.5 Ταύτην τὴν παρθένον θελήσας, τὸ δὴ λεγόμενον, φλεβο 6.5 τομῆσαι εἰς κουφισμὸν τῆς πλεονεξίας ὁ ἁγιώτατος Μακάριος, ὁ πρεσβύτερος καὶ ἀφηγούμενος τοῦ πτωχείου τῶν λελωβη μένων, σοφίζεται δρᾶμα τοιοῦτον· ἦν γὰρ ἐν νεότητι λιθουρ γὸς ὃν λέγουσι καβιδάριον. Καὶ ἀπελθὼν λέγει αὐτῇ· "Λίθοι ἀναγκαῖοι σμάραγδοι καὶ ὑάκινθοι ἐμπεπτώκασί μοι, καὶ εἴτε εὑρεσιμαῖοί εἰσιν εἴτε κλεψιμαῖοι οὐκ ἔχω εἰπεῖν. Τιμῇ οὐχ ὑποβάλλονται, ὑπὲρ διατίμησιν ὄντες· πιπράσκει δὲ αὐ τοὺς πεντακοσίων νομισμάτων ὁ ἔχων. 6.6 Εἰ δοκεῖ σοι αὐτοὺς λαβεῖν, ἀπὸ ἑνὸς λίθου δύνασαι σῶσαι τὰ πεντακόσια νομίσματα, τοῖς δὲ λοιποῖς εἰς κόσμον τῆς ἀδελφιδῆς σου συγχρήσασθαι". Ἐκκρεμαμένη ἡ παρθένος δελεάζεται καὶ πίπτει αὐτοῦ εἰς τοὺς πόδας, "Τῶν ποδῶν σου", λέγουσα, "μή τις ἄλλος αὐτοὺς λάβῃ". Προτρέπεται οὖν αὐτὴν ὅτι "Παραγένου ἕως τῆς οἰκίας μου καὶ βλέπε αὐτούς". Ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ προσρίπτει αὐτῷ τὰ πεντακόσια νομίσματα λέγουσα· "Ὡς θέλεις, λαβὲ αὐτούς· ἐγὼ γὰρ οὐ θέλω ἰδεῖν τὸν ἄνθρωπον τὸν πιπράσκοντα". 6.7 Ὁ δὲ λαβὼν τὰ πεντακόσια νομίσματα δίδωσιν εἰς τὰς χρείας τοῦ πτωχείου. Χρόνου δὲ παριππεύσαντος, ἐπειδὴ μεγάλην ὑπόληψιν ἐδόκει ἔχειν ὁ ἀνὴρ ἐν Ἀλεξανδρείᾳ φιλόθεος ὢν καὶ ἐλεήμων, ἤκμασε γὰρ μέχρι τῶν ἑκατὸν ἐτῶν, ᾧ συνεχρονίσαμεν καὶ ἡμεῖς, εὐλαβεῖτο αὐτὸν ὑπομνῆσαι. Τέλος εὑροῦσα αὐτὸν ἐν τῇ ἐκκλησίᾳ λέγει αὐτῷ· "∆έομαί σου, τί κελεύεις περὶ τῶν λίθων ἐκείνων ὑπὲρ ὧν δεδώκαμεν τὰ πεντακόσια νομίσματα;" 6.8 Ὁ δὲ ἀπεκρίνατο λέγων· "Ἔκτοτε ἀφ' οὗ δέδωκάς μοι τὸν χρυσόν, κατέβαλον αὐτὸν εἰς τὴν τιμὴν τῶν λίθων· καὶ εἰ βούλει ἐλθεῖν καὶ ἰδεῖν αὐτοὺς ἐν τῷ ὀσπιτίῳ, ἐκεῖ γὰρ κεῖνται, ἐλθὲ καὶ βλέπε, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον". Ἡ δὲ ἦλθεν ἀσμενέστατα. Ἦν δὲ τὸ πτωχεῖον εἰς μὲν τὰ ἀνώγεα ἔχον γυναῖκας, εἰς δὲ τὰ κατώγεα ἄνδρας. Καὶ ἀγαγὼν αὐτὴν εἰσάγει εἰς τὸν πυλῶνα καὶ λέγει αὐτῇ· "Τί θέλεις πρῶτον ἰδεῖν; τοὺς ὑακίνθους, ἢ τοὺς σμα ράγδους;" Λέγει αὐτῷ· "Ὃ δοκεῖ σοι". 6.9 Ἀνάγει αὐτὴν εἰς τὰ ἀνώγεα καὶ δείκνυσιν αὐτῇ ἠκρωτηριασμέ νας γυναῖκας λελωβημένας ὄψεις ἐχούσας· καὶ λέγει αὐτῇ· "Ἰδοὺ οἱ ὑάκινθοι". Καὶ κατάγει αὐτὴν πάλιν κάτω καὶ λέγει αὐτῇ, δείξας αὐτῇ τοὺς ἄνδρας· "Ἰδοὺ οἱ σμάραγ δοι, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον". Οὕτω διατραπεῖσα ἐκείνη ἐξῆλθε, καὶ ἀπελθοῦσα ἀπὸ πολλῆς λύπης, ὅτι οὐ κατὰ θεὸν πεποίηκε τὸ πρᾶγμα, ἐνόσησεν· ἐς ὕστερον εὐχαριστήσασα τῷ πρεσβυτέρῳ, τῆς κόρης ἧς ἐφρόντιζε μετὰ γάμον ἀτέκνου ἀποθανούσης. 7 .tΠερὶ τῶν ἐν τῇ Νιτρίᾳ 7.1