δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι". 3.4 Ἀπομανεὶς οὖν ἐκεῖ νος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· "Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ, εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω, κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι, ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς". Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε, φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς. 4 .tΠερὶ ∆ιδύμου 4.1 Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. Ἐν οἷς καὶ ∆ίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. Τελευτᾷ γὰρ ἐτῶν ὀγδοή κοντα πέντε. Οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας· 4.2 εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ' ἱστορίαν πληροῦσθαι ἐπ' αὐτῷ τὸ γεγραμμένον· "Κύριος σοφοῖ τυφλούς". Παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ὀχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει. 4.3 Ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι "Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψά μενός με· καὶ παρακληθεὶς παρ' ἐμοῦ ποιῆσαι εὐχὴν εὐθὺς ἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτε ρῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. Ὥστε εἰ κατ' ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ὡς ἅτε μονάζων καὶ δι' ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν". 4.4 ∆ιη γήσατο δέ μοι καὶ τοῦτο, ὅτι "Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδη μονοῦντος μιᾷ τῶν ἡμερῶν καὶ μέχρις ἑσπέρας βαθείας μὴ γευσαμένου ἄρτον ἕνεκεν τῆς φροντίδος ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι ὕπνῳ, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν καὶ κηρύττοντας· "Εἴπατε ∆ιδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλια νός· ἀναστὰς οὖν φάγε, καὶ ἀπόστειλον, φασί, τῷ ἐπισκόπῳ Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ". Καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὑρέθη οὕτως". 5 .tΠερὶ Ἀλεξάνδρασ 5.1 ∆ιηγήσατο δέ μοι καὶ περὶ παιδίσκης τινὸς ὀνό ματι Ἀλεξάνδρας, ἥτις καταλείψασα τὴν πόλιν καὶ ἐν μνήματι ἑαυτὴν καθείρξασα δι' ὀπῆς ἐλάμβανε τὰ πρὸς τὴν χρείαν, μήτε γυναιξὶ μήτε ἀνδράσι συντυγχάνουσα κατ' ὄψιν ἐπὶ ἔτη δέκα. Τῷ δὲ δεκάτῳ ἔτει ἐκοιμήθη σχηματίσασα ἑαυτήν, ὡς τὴν ἐν συνηθείᾳ ἀπελθοῦσαν καὶ μὴ τυχοῦσαν ἀποκρίσεως ἀπαγγεῖλαι ἡμῖν. Ἀποχρίσαντες οὖν τὴν θύραν καὶ εἰσελθόν τες εὕραμεν αὐτὴν κοιμηθεῖσαν. 5.2 Ἔλεγε δὲ περὶ αὐτῆς καὶ ἡ τρισμακαρία Μελάνιον περὶ ἧς εἰς ὕστερον λέξω, ὅτι "Κατ' ὄψιν μὲν αὐτὴν οὐκ εἶδον, περὶ δὲ τὴν ὀπὴν στᾶσα παρεκάλεσα εἰπεῖν τὴν αἰτίαν δι' ἣν ἔκλεισεν ἑαυτὴν εἰς τὸ μνῆμα. Ἡ δὲ διὰ τῆς ὀπῆς ἐφθέγξατό μοι λέγουσα ὅτι " ̓Εβλάβη τις τὸν νοῦν εἰς ἐμέ· καὶ ἵνα μὴ δόξω λυπεῖν αὐτὸν ἢ διαβάλλειν, ᾑρησάμην ζῶσαν ἐμαυτὴν εἰς τὸ μνῆμα εἰσαγαγεῖν, ἢ σκανδαλίσαι ψυχὴν κατ' εἰκόνα θεοῦ ποιηθεῖ σαν". 5.3 Ἐμοῦ δέ, φησίν, εἰπούσης· "Πῶς οὖν καρτερεῖς μὴ συντυγχάνουσα μηδενί, ἀλλὰ πυκτεύουσα τῇ ἀκηδίᾳ"; εἶπεν ὅτι "Ἀπὸ πρωῒ μέχρις ἐννάτης ὥρας εὔχομαι καθ' ὥραν, νήθουσα τὸ λίνον· τὰς δὲ διαλοίπους ὥρας περιέρχομαι τῷ νῷ τοὺς ἁγίους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας· καὶ φαγοῦσά μου τὸν ψωμὸν τὰς ἄλλας ὥρας περιμένω προσκαρτεροῦσα καὶ τὸ τέλος ἐκδεχομένη μετ' ἐλπίδος χρηστῆς"". 6 .tΠερὶ τῆς πλουσίας παρθένου 6.1 Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθωκότων ἀσφάλειαν δὲ τῶν ἐντυγχανόντων. Παρθένος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ τῷ μὲν σχήματι ταπεινὴ τῇ