πρό χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνειν ἐλήλυθα, μάλιστα μὲν οὖν, φησίν, οὐδὲ τοῦτο σόν ἐστι τοῦ ποιμαίνεσθαι δεομένου τυχεῖν· τί γὰρ ἐνὸν τὰ οἰκεῖα ἀκινδύνως σκοπεῖν σὺ δὲ ταῦτα λιπὼν τῶν ἀλλοτρίων γίνῃ κριτής; εἰ δὲ καὶ συγχωρεῖ σοι τῆς διορθώσεως χάριν καὶ προνοίας, ἀλλ' οὐκ ἀπεχθείας καὶ προπετείας ταῦτα ποιεῖν, χρὴ πρότερον ἑαυτὸν ἀπαλλάξαι τῶν μειζόνων κακῶν, εἶτ' ἀδέκαστον καὶ καθαρὸν τὸ οἰκεῖον τῆς ψυχῆς ὄμμα κτησάμενον οὕτως αὐτὸ πρᾶον καὶ εἰρηνικὸν ἐπιβάλλειν τοῖς τοῦ πλησίον· κάρφος γὰρ ἂν οὕτως ὁραθείη καὶ τὰ πρὶν δοκοῦντα μέγιστα κακά. κἀντεῦθεν ἢ ὅλως καὶ ταῦτα ἐκβάλλεις ὡς μηδὲ ταῦτα ἐπὶ τῷ τοῦ ἀδελφοῦ σου ὀφθαλμῷ ἔτι νομίζειν καθορᾶν, ἢ ἐκεῖνον συναισθόμενόν σου τῆς φίλης προνοίας καὶ τῆς ἐπὶ τῷ συμφέροντι ἐπισκοπῆς θᾶττόν τε καὶ ἀλύπως παρασκευάσεις ἀποβαλεῖν. οὐ χρὴ τοίνυν τοὺς τὰ μεγάλα πταίοντας, ἅπερ εἰσὶ δοκός, τὰ ἀλλότρια ὀξέως ὁρᾶν μικρὰ ἁμαρτήματα καὶ διορθοῦσθαι, ἅπερ εἰσὶ κάρφος, καὶ ἁπλῶς ὁ ἁμαρτών τι μὴ ἐπανορθούσθω ἕτερον, πρὶν ἂν ἀπόθηται τὸ κακόν· καὶ γὰρ καὶ ὑποκριτὴς πρὸς τῷ ἁμαρτωλός ἐστιν ὁ τοιοῦτος. 29 Mt 7, 12 Οὗτος γάρ ἐστιν ὁ νόμος. οὐ καινή, φησίν, οὐδὲ πρόσφατος ἡ ἐντολὴ αὕτη, τὸ ἐκεῖνα θέλειν παρὰ τῶν πλησίον καὶ ἀπαιτεῖν εὑρίσκειν ὅσα καὶ ἡμεῖς αὐτοῖς πρόθυμοί ἐσμεν κατατιθέναι, ἀλλὰ καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις τοῦτο διατέτακται ὡς κοινὸν ὑπάρχον καὶ φύσει γνώριμον τοῦτο τὸ δικαίωμα. πῶς γὰρ οὐ πᾶσι γνώριμον ὡς ἅπερ αὐτὸς ἕκαστος ἡγεῖται καλὰ καὶ τῷ πλησίον ἐστὶ καλά, ἅπερ δὲ αὐτῷ λογίζεσθαι δυσχερῆ καὶ τῷ πλησίον ἐστὶ δυσ χερῆ. καὶ δεῖ τὸν βουλόμενον παρὰ τοῦ πλησίον ἀπολαύειν τῶν χρηστῶν μηδ' αὐτὸν ἀποστερεῖν τῶν ὁμοίων ἐκεῖνον. ὡς ὅ γέ τι τοιοῦτον πράττειν ἀναισχυντῶν οὐ τῆς τῶν εὐαγγελικῶν ἐντολῶν παραβάσεως ὑφέξει τὴν δίκην, ἀλλὰ κἀν τοῖς νόμοις κἀν τοῖς προφήταις καὶ ἐν αὐτῇ <τῇ> αὐτοδιδάκτῳ καὶ φυσικῇ τῶν ἀνθρώπων ὑπολήψει καταδεδίκασται. Ὁ νόμος οὗτος, φησίν, οὐκ ἔστι πρόσφατος οὐδὲ ἀποδείξεών τινων καὶ ἐπιχειρημάτων δεόμενος, ὅτι καλός, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας ἐστὶν ὡσανεὶ παράγγελμα, τοῦτ' ἔστιν ὅσα ἐσμὲν πρόθυμοι καὶ πάσχειν ὑφ' ἑτέρων καὶ ἀπαιτεῖν παρ' αὐτῶν, ταῦτα ἐσόμεθα προθυμότεροι πρὸς τοὺς πλησίον ἐργάζεσθαι· τοῦτο γάρ, φησίν, τὸ δικαίωμα κοινόν ἐστιν ἐπὶ πᾶσιν· ὅσα γάρ σοι αὐτῷ δυσχερῆ τυγχάνει, ταῦτα νόμιζε καὶ τοῖς ἑτέροις τοιαῦτα εἶναι· καὶ ὅσα καλὰ καὶ ὠφέ λιμα, ταῦτα καὶ τοῖς ἄλλοις εἶναι τοιαῦτα. 30 Mt 7, 13 14 Οὔτε στενὴ οὔτε τεθλιμμένη ἐστὶν ἡ νῦν γενομένη πύλη, ἀλλὰ φύσει μὲν πλατεῖα καὶ εὐρύχωρος, νόμῳ δὲ ἡμετέρῳ καὶ προαιρέσει καὶ στενή ἐστι καὶ τεθλιμμένη, ὥς φησιν ὁ κύριος. 31 Mt 7, 13 14 Στενή ἐστιν ἡ πύλη οὐ φύσει οὐδὲ καθ' ἑαυτήν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς εἰς τὴν ἀπώλειαν ἀγούσης ὁδοῦ· διὸ καὶ ὁ κύριος εἰσέλθετε διὰ τῆς στενῆς πύλης ἐπήγαγεν· ὅτι πλατεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν ὡσανεὶ λέγων, ὅτι στενὴν αὐτὴν ἐκάλεσα πρὸς ἀντιδιαστολὴν τῆς εἰς ἀπώλειαν ἀναγούσης ὁδοῦ· αὕτη γὰρ πλατεῖα καὶ εὐρύχωρός ἐστιν, ὅτι πολλαί εἰσιν αἱ τῆς ἀπωλείας ὁδοί, μία δὲ ἡ τῆς σωτηρίας. οὐ μόνον δὲ πρὸς ἀντιδιαστολὴν ταύτης ἐκείνη ἐστὶ στενή, φησίν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν διαπορευομένων αὐτὰς προαιρέσεως ἡ μὲν στενή, ἡ δὲ πλατεῖα νομίζεται· τὴν μὲν γὰρ τῆς ἀπωλείας πολλοὶ βαδίζουσιν καὶ πολλοὶ γάρ, φησίν, οἱ ἐρχόμενοι δι' αὐτῆς· τὴν δὲ τῆς βασιλείας πύλην ὀλίγοι διέρχονται· ὀλίγοι γάρ εἰσιν, φησίν, οἱ τοῖς ἔργοις αὐτὴν ἐξευρίσκοντες· ὡς οἵ γε τοῖς ἔργοις εὑρόντες οὐ στενῆς οὐδὲ τεθλιμμένης, ἀλλ' ἀπορρήτων ἀγαθῶν καὶ θυμηδίας ἁπάσης τὴν ἀπόλαυσιν προξενούσης πειραθήσονται. τὸ δὲ στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς οὐκ ἀποφάσκοντός ἐστι καὶ τὴν τῆς πύλης φύσιν διορίζοντος, ἀλλ' οἷον ἀγανακτοῦντος καὶ ὀνειδίζοντος τὴν ὀλιγότητα τῶν διὰ τῆς πύλης εἰσιόντων, δι' ἧς ὀλιγότητος καὶ τὸ στενὴν αὐτὴν συνέβη νομίζεσθαι. κατὰ τοῦτον οὖν τὸν τρόπον