ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν <θετέον, ἱκανῶς, οἶμαι, ἔδειξεν ὁ ἐν Φιλήβῳ Σωκράτης>, ἐκ τοῦ θεοῦ τὴν ἀπειρίαν <γεννῶν> [Pl. Phileb. 23c 9]. εἰ δὲ καὶ αὐτόθεν τὸ ἄπειρον τὴν ὕλην ῥητέον, ἐκ τοῦ θεοῦ ἡ ὕλη, εἴ γε τὸ πρώτως ἄπειρον τὴν οὐσιώδη πᾶσαν ἀπειρίαν μιᾶς αἰτίας ἠρτημένην θεόθεν <ἐκγεννᾶσθαι ῥητέον, καὶ μάλιστα> τὴν μετὰ τοῦ πέρατος ποιεῖν τὸ μίγμα μὴ δυναμένην, ὡς τοῦ θεοῦ ὄντος αἰτίου τῆς ὑποστάσεως αὐτῶν καὶ τῆς μίξεως. τοῦτο μὲν οὖν καὶ τὴν τοῦ σώματος ᾗ σῶμα φύσιν εἰς μίαν αἰτίαν ἄγει, τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ τὸ μικτὸν γεννήσας. οὔτε ἄρα τὸ σῶμα κακὸν οὔτε ἡ ὕλη· ταῦτα γάρ ἐστι θεοῦ γεννήματα, τὸ μὲν ὡς μίγμα, τὸ δὲ ὡς ἄπειρον. --- <καὶ αὐτὸς λέγων ἐν ἐκείνοις>· οὐκοῦν τὰ μὲν γινόμενα καὶ ἐξ ὧν γίνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη [Pl. Phileb. 27a 11-12]; τὸ ἄρα σῶμα, ἓν καὶ τοῦτο τῶν πάντων ὄν, ἐπειδὴ μικτόν, καὶ τὸ μὲν ἐν αὐτῷ πέρας καὶ λόγος, τὸ δὲ ἄπειρον, διχῶς ἐκεῖθεν ἔσται, κατά τε τὸ ὅλον καὶ κατὰ τὰ μέρη. τί γὰρ ἄλλο ἐν αὐτῷ τὸ ἄπειρον ἢ ἡ ὕλη; τί δὲ τὸ πέρας ἢ τὸ εἶδος; τί δὲ τὸ ἐκ τούτων ἢ τὸ σύνολον; εἰ τοίνυν καὶ αὐτὰ τὰ γινόμενα πάντα καὶ ἐξ ὧν γίνεται, μικτόν ἐστι καὶ πέρας καὶ ἄπειρον· τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν ἄλλο καὶ τέταρτον, <ὥς φησιν αὐτός> [Phileb. 27 aƒb]· οὔτ' ἂν τὴν ὕλην οὔτ' ἂν τὸ εἶδος οὔτ' ἂν τὸ μικτὸν ἀλλαχόθεν ἢ ἐκ τοῦ θεοῦ <μικτὸν> παράγεσθαι φήσαιμεν. τί δ' ἂν ἐκεῖθεν γενόμενον εἴη κακόν; οὔτε γὰρ θερμότητος τὸ ψύχειν οὔτε ἀγαθοῦ τὸ κακὰ παράγειν· οὔτε ἄρα τὴν ὕλην οὔτε τὸ σῶμα κακὸν προσρητέον. 36 --- μήτε ἀγαθὸν εἶναι τὴν ὕλην μήτε κακόν. εἴτε γὰρ ἀγαθόν, τέλος ἔσται καὶ οὐκ ἔσχατον τῶν πάντων, καὶ οὗ ἕνεκα καὶ ἐφετόν· πᾶν γὰρ τὸ ἀγαθὸν τοιοῦτον, ἐπεὶ τὸ πρώτως ἀγαθὸν τέλος καὶ οὗ ἕνεκα πάντα καὶ ἐφετὸν πᾶσι τοῖς οὖσιν. εἴτε αὖ κακόν, θεὸς ἔσται καὶ ἀρχὴ τῶν ὄντων ἄλλη καὶ στασιάζουσα πρὸς τὴν τῶν ἀγαθῶν αἰτίαν, καὶ ἔσονται δύο πηγαὶ μεθειμέναι ῥεῖν [Pl. leg. I 636d 7-8] ἐξ ἐναντίας, ἀγαθῶν μὲν ἄλλη, κακῶν δὲ ἄλλη, καὶ οὐδὲ αὐτοῖς ἔσται τοῖς θεοῖς βίος ἀπήμων οὐδὲ ἔξω τῆς θνητῆς δυσχερείας, οἷς ἐστί τι δυσμενὲς καὶ ἀλλότριον καὶ οἷον ἐνο- χλοῦν. εἰ δὲ μὴ ἔστιν ἑκάτερον, τί ἂν εἴη καθ' ἑαυτήν; ἢ τοῦτο ὃ πολλάκις εἴρηται τὸ ἀναγκαῖον ἐπ' αὐτῆς ῥητέον; ἔστι γὰρ ἄλλη μὲν ἡ τοῦ ἀγαθοῦ φύσις, ἄλλη δὲ ἡ τοῦ κακοῦ, καὶ ταῦτα μὲν ἀλλήλοις ἐναντία· τρίτη δὲ ἄλλη, μήτε ἀγαθὸν ἁπλῶς οὖσα, μήτε κακόν, <ἀλλ' ἀναγκαῖον. τὸ μὲν γὰρ κακὸν> ἀπάγει τοῦ ἀγαθοῦ καὶ φεύγει τὴν ἐκείνου φύσιν· τὸ δὲ ἀναγκαῖον <τοῦ ἀγαθοῦ ἕνεκα> πᾶν ἐστὶν ὅ ἐστι καὶ ἐπ' αὐτὸ τὴν ἀνα- φορὰν ἔχει καὶ δι' ἐκεῖνο τὴν οἱάνποτε γένεσιν ἔσχεν· εἰ δὲ γενέσεως ἕνεκά του <...>, ἄλλο δὲ αὐτῆς ἕνεκα μηδέν, ἵνα ἂν καὶ τέλος αὐτὴν καὶ ἀγαθὸν ἐλέγομεν· ἀναγκαῖον δήπου πρὸς τὴν γένεσιν αὐτὴν καὶ οὐ κακὸν προσρητέον, καὶ γεγονέναι θεόθεν ὡς ἀναγκαῖον καὶ εἶναι τοῖς ἐφ' ἑαυτῶν ἱδρῦσθαι μὴ δυναμένοις εἴδεσιν ἀναγκαῖον. οὐ γὰρ μόνον τὰ ἀγαθὰ καὶ παρ' ἑαυτῶν τοιαῦτα παράγειν ἔδει τὴν τῶν ἀγαθῶν ἁπάντων αἰτίαν, ἀλλὰ καὶ τὴν φύσιν ἐκείνην, ἣ μὴ ἔστι μὲν ἁπλῶς καὶ παρ' αὐτῆς ἀγαθόν, ὀρέγεται δὲ ἀγαθοῦ, οὗ καὶ ὀρεγομένη δίδωσιν ἄλλοις γένεσιν εἰς τὸ εἶναι καὶ ὁπωσοῦν ἐπ' αὐτῆς. τὸ γὰρ ἐνδεὲς αὐτῆς τῶν ἀγαθῶν συντελεῖ πρὸς τὴν τῶν αἰσθητῶν δημιουργίαν, ἐπεὶ καὶ τὸ ὂν οὐ τὰ ὄντα μόνον ὑφίστησιν, ἀλλὰ καὶ τὰ ἐφιέμενα τῆς τοῦ εἶναι μετουσίας, οἷς τὸ εἶναι κατὰ τὴν τοῦ ὄντος ἔφεσιν. ἄλλο γοῦν τὸ πρώτως ἐφετόν, ἄλλο τὸ ἐφιέμενον ἐκείνου καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἔχον· ἄλλο τὸ μεταξὺ πᾶν, ὃ τοῖς μὲν ἐφετόν ἐστι, τῶν δὲ ἐφίεται, δηλαδὴ τῶν πρὸ αὐτοῦ καὶ ὧν ἕνεκά ἐστι. 37 Τὴν μὲν οὖν ὕλην τὴν αὐτὴν ἔκ γε τοῦ λόγου τοῦδε σκοποῦντες ἂν εὕροιμεν, ὡς οὔτε ἀγαθὸν οὔτε κακόν, ἀλλὰ ἀναγκαῖον μόνον· καὶ ὡς μὲν γενομένη ἕνεκα ἀγαθοῦ, ἀγαθόν, ἁπλῶς δὲ οὐκ ἀγαθόν· καὶ ὡς μὲν ἔσχατον τῶν ὄντων κακόν, εἴπερ τὸ πλεῖστον ἀφεστὼς τοῦ ἀγαθοῦ κακόν, ἁπλῶς δὲ οὐ κακόν, ἀλλ'-ὥσπερ εἴρηται-ἀναγκαῖον. ὅλως δὲ τὸ κακὸν αὐτὸ καθ' αὑτό που εἶναι οὐκ ἀληθές· οὐ γάρ