De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν γὰρ τῇ μερικῇ φύσει εἷς ἐστι λόγος καὶ τὸ παρὰ τοῦτον αὐτῇ παρὰ φύσιν· ἐν δὲ τῇ ὅλῃ πάντες οἱ λόγοι καὶ πάντα τὰ εἴδη φυσικῶς· καὶ ποτὲ μὲν ἐξ ἑνὸς εἴδους ἓν τὸ γινόμενον, κυριώτερον εἰπεῖν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· ποτὲ δὲ ἐξ ἑνὸς πολλά· καὶ γὰρ ὁ τοῦ σχήματος λόγος εἷς, ἀλλὰ τὰ κατ' αὐτὸν πολλά· ποτὲ δὲ ἐκ πολλῶν ἕν, ὡς αἱ περὶ τὴν ὕλην τῶν εἰδῶν μίξεις, αἳ καὶ τέρατα δοκοῦσιν εἶναι πρὸς τὴν ἄτομον φύσιν ἑνὶ φιλοῦσαν κρατεῖσθαι εἴδει καὶ καθ' ἓν ὑφιστα-μένην· ποτὲ δὲ ἐκ πολλῶν πολλά-καὶ γὰρ ἰσότης καὶ ἀνισότης ἐν πολλοῖς. πάντα γοῦν τὰ εἴδη τά τε ἄμικτα καὶ ὅσα μεμειγμένα κατὰ φύσιν τὲ καὶ ἐκ τῶν ἐν φύσει λόγων, ὄντων πάντων ἐκεῖ. ἡ δὲ νόσος ἄλλῳ τρόπῳ κατὰ φύσιν, ὅτι τούτων ἕκαστον γέγονε ... καὶ ἐν τῇ μερικῇ φύσει καὶ ἐν τῇ ὅλῃ· φθαρτικὴ δὲ κατὰ φύσιν μὲν τὴν ὅλην, παρὰ φύσιν δὲ τὴν μερικήν· τὸ γὰρ εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον εἶδος ἔχει καὶ λόγον ἐκ τῆς ὅλης φύσεως, ἐναντίον τῇ τούτου φύσει καὶ οὐ παρ' ἐκείνης ἔχοντα τὸ εἶδος .... ᾗ μὲν οὖν ἐκεῖθεν ἡ μεταβολή, κατὰ φύσιν ..., τὰ μὲν φθείρει, τοῖς δὲ παρέχεται γένεσιν· ᾗ δὲ εἷς λόγος ἐν τῷ μεταβάλλοντι, παρὰ φύσιν· ὡς μὲν γὰρ ὅλῳ, παρὰ φύσιν- <ὅλον γὰρ ἕκαστον κατὰ τὸν ἐν αὐτῷ λόγον> -, ὡς δὲ τοῦ ὅλου μέρει, κατὰ φύσιν· τούτῳ γὰρ καὶ γέ- γονεν ἐξ ἄλλου φθαρέντος καὶ φθείρεται πάλιν εἰς ἄλλου γένεσιν. 61 Οὐκ ἄρα τὸ ἐν σώμασι κακὸν ἀμιγῶς ὑπάρχει κακόν, ἀλλ' ὡδὶ μὲν κακὸν καὶ καθ' ὅσον οὐκ ἐκεῖθεν, ὡδὶ δὲ ἀγαθὸν καὶ καθ' ὅσον ἐκ προ- νοίας φυσικῆς. ὅλως δέ, οἷς καὶ ἡ γένεσις διὰ τὸ ἀγαθόν, πῶς ἄν τις φαίη ταῦτα πάντῃ ἀγαθοῦ παρῃρῆσθαι καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως ἄμοιρα μένειν; οὐδὲ γὰρ εἶναι τὸ κακὸν ἐστὶ δυνατὸν μὴ τοὐναντίον φανταζόμενον ὡς ἀγαθόν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα πάντα, καὶ αὐτὸ τὸ κακόν. ἀλλὰ πάντα τε ἕνεκα τοῦ ἀγαθοῦ, καὶ τὸ θεῖον ἀναίτιον τῶν κακῶν· οὐδαμοῦ γὰρ τὸ κακὸν ᾗ κακὸν ἐκεῖθεν, ἀλλ' ἐξ ἄλλων αἰτίων καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν, ἀλλὰ δι' ἀσθένειαν ὑπάρχειν εἴρηται. διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος καὶ ἐκείνου ἕνεκα πάντα [ep. II 312e 1-2], καὶ ὅσα μὴ ἀγαθά, φανταζόμενα γὰρ ὡς ἀγαθὰ καὶ ταῦτα τῶν ὄντων ἐστίν. <ὁμοίως> καλῶν ἁπάντων αἴτιον ἐκεῖνο [Pl. ib. 312e 2-3] προσειπεῖν καὶ οὐχ ἅπαξ πάντων· οὐδὲ γὰρ τῶν κακῶν· ἀλλὰ καὶ τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· καὶ γὰρ καὶ τούτων ὡς ὄντων καὶ ᾗ ἀγαθόν ἐστιν ἕκαστον. εἰ δὲ ταῦτα ὀρθῶς φαμέν, καὶ πάντα ἂν ἐκ προνοίας εἴη, καὶ τὸ κακὸν ἔχει χώραν ἐν τοῖς οὖσιν. ὥστε καὶ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ' ὡς ἀγαθόν, καὶ γινώσκουσιν ὡς πάντων ἑνιαίαν ἔχοντες τὴν γνῶσιν, ἀμερίστως μὲν τῶν μεριστῶν, ἀγαθοειδῶς δὲ τῶν κακῶν, ἑνιαίως δὲ τοῦ πλήθους. ἄλλη γὰρ τῆς ψυχῆς γνῶσις καὶ ἄλλη τῆς νοερᾶς <φύσεωσ>, ἄλλη <αὐτῶν> τῶν θεῶν· ---αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα.