Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ Θεὸς μὴ προαχθῆναι τὸν ∆ανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· εἴη δ' ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.