6
τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ Θεοῦ ἡ δύναμις τῶν σκευῶν ἐκείνων, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ' ἑκὼν αὐτὰ προὔ δωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν. Τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν. Ἐπειδὴ γὰρ Ὠφνὶ καὶ Φινεὲς, οἱ Ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπι κουρίαν τῶν ὁμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ Θεὸς, οὐδεμιᾶς ἀξιώσας προνοίας, ἀξίᾳ δὲ σφαγῇ παραδοὺς, τὴν δὲ κιβωτὸν τοῖς ἀλ λοφύλοις· πάλιν τὸν Ἰσραὴλ παιδεύων, καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλλ' αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε, περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον νόμον παραβαίνουσι, καὶ ἀσεβείᾳ συζῇν προαιρουμένοις. Ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενόμενοι τοῦ Θεοῦ (ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν Ἰουδαίων Θεὸν, τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰ κείων εἰδώλων κατασκευῇ), καὶ ἵνα μὴ πολλὴν ἐν 81.1273 τεῦθεν ἐπισπάσωνται βλάβην, ὡς αἰχμάλωτον λα βόντες τὸν τῶν Ἰουδαίων Θεὸν, καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς· παρασκευάζει μὲν τὸν ∆αγὼν, τὸ ὑπ' αὐτῶν προσκυνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα, καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοι κοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπ έδοσαν, καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν. ∆ιπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ Θεοῦ γενομένη συγχώρησις. γʹ, δʹ. "Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμίν· νεανίσκους, ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, κα λοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ, καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, ἐν οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἑστά ναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐ τοὺς γράμματα καὶ γλώσσας Χαλδαίων." Ὁ μὲν οὖν ὅλων Θεὸς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διὰ τούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι δὲ σωμάτων ὥραν, καὶ μέγεθος, καὶ ῥώμην ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίᾳ κεκομψευμένην. Ἔστι τοίνυν καὶ ἐν τεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον. ∆ηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρ χοντας. Πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ Ἡσαΐου πρόῤ ῥησις, ἣν Ἐζεκίᾳ βασιλεῖ προεῖπεν. "Ἄκουσον, φησὶ, τὸν λόγον Κυρίου Σαβαὼθ, ὃν ἐλάλησε πρός με· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν, εἶπεν ὁ Θεός· ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ βασιλέως τῶν Βαβυλωνίων." Ταύτης ἡμᾶς τῆς προφητείας ἀναμι μνήσκων ὁ μακάριος ∆ανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμίν. Φορθομμὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ Ἑβραίων φωνῇ· ὁ δὲ Σύμμαχος τὸ πόρθμιν ἐπιλέκτους ἡρμήνευσε. 81.1276 εʹ, ϛʹ. "Καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου τοῦ αὐτοῦ, καὶ ἐκ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως. Καὶ ἐγένετο ἐν αὐ τοῖς ἐκ τῶν υἱῶν Ἰούδα, ∆ανιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ." Ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν, ὅτι οὐχ ὡς δορυαλώτοις εὐτελῆ τινα καὶ