1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

6

ποδισμὸν προαγορεῦσαι, γράψαι δὲ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ ἀμπελῶνας φυτεῦσαι· ὡς τῆς τῶν ἑβδομήκοντα ἐτῶν ἀποφάσεως ἀψευδοῦς ὑπαρχούσης. Ἔδει τοίνυν μὴ μόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἱερεμίαν ταῦτα λέγειν καὶ γράφειν, ἀλλὰ καὶ τοὺς ἐν τῇ αἰχμαλωσίᾳ διὰ τῶν παρ' αὐτοῖς προφητῶν ταῦτα μανθάνειν· ὁρᾷ μέντοι ὁ προφή της τῶν Ἱεροσολύμων γενησομένην τὴν πανωλε θρίαν. Τοῦτο γὰρ σημαίνει τὸ, "Πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ," ἢ, ὡς Σύμμαχος ἔφη, "καταιγί ζον·" σημαίνει δὲ ἡ τοῦ πνεύματος σφοδρότης τοῦ Βαβυλωνίου τὴν ἔφοδον· ἡ δὲ "μεγίστη νεφέλη," τῶν δοράτων, καὶ τῶν ἀκοντίων, καὶ τῶν παντοδαπῶν βελῶν τὸν κατακλυσμόν· τὸ δὲ "ἐξαστράπτον πῦρ," οὐ μόνον τὸ ἐπαγόμενον δέος, ἀλλὰ καὶ τὸν διὰ τοῦ πυρὸς γενόμενον τῆς πόλεως ἀφανισμόν· τὸ δὲ "φέγγος τὸ κύκλῳ," τὴν ἐπιφαινομένην διὰ τῆς τιμω ρίας τοῦ Θεοῦ δόξαν. Ἐπειδὴ γὰρ τῶν εὐεργεσιῶν οὐκ ἀπώναντο, οὐδὲ συνιδεῖν ἐξ ἐκείνων τὸν εὐεργέ την ἠθέλησαν, διὰ τῆς τιμωρίας εἰσδέχονται τὴν ἐπίγνωσιν· διὸ καὶ βοῶσιν· "Ὕστερον αἰχμαλωσίας μου μετενόησα." -"Καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρα σις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ." Μέχρι μὲν οὖν τούτου τὴν ἀποκάλυψιν ἡμῖν ὁμοῦ πᾶσαν ἐδήλωσεν· ἐντεῦθεν δὲ ἐπὶ τὴν κατὰ μέρος ἐξήγησιν ἔρχεται. εʹ. Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Ζῶον καλεῖται λογικὸν, καὶ ὁ ἄνθρωπος, καὶ ὁ ἄγγελος· ἀλλ' ὁ μὲν λογικὸν θνητὸν, ὁ δὲ λογικὸν ἀθάνατον. Τίς δ' ἂν δυνηθείη σαφῶς ἑρμηνεῦσαι τὴν ἀποκάλυψιν, αὐτοῦ τοῦ προφήτου περὶ τὴν διήγησιν ἀτονήσαντος; Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ' "ὡς ὁμοίωμα τεσσάρων ζώων·" ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προ φῆται, ἀλλ' εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα· λέγει τοίνυν ἡμῖν καὶ τῶν ὀφθέντων αὐτῷ ζώων τὰ σχήματα. Αὕτη γὰρ, φησὶν, ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀν θρώπου ἐν αὐτοῖς. ( ϛʹ.) Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἀστράπτων χαλκὸς, καὶ κοῦ φαι αἱ πτέρυγες αὐτῶν. Καὶ χεὶρ ἀνθρώπου ὑπο κάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. Τὸ μὲν οὖν εἶδος τῶν ὀφθέντων ὄρθιον 81.825 εἶναί φησι, καὶ ἀνθρώπῳ ἐοικός· τετραπρόσωπον δὲ ἕκαστον, καὶ τετραπτέρυγον, ἰσαρίθμους δὲ ταῖς πτέρυξι καὶ χεῖρας ἔχειν ἔφη, πλήρεις δὲ πτερῶν καὶ τοὺς πόδας εἶναι. Παραδηλοῖ δὲ διὰ τοῦ ἀριθμοῦ τῶν τε προσώπων, καὶ τῶν πτερύγων, τῶν τὸ θεῖον σχῆμα φερουσῶν δυνάμεων, τοῦ παμβασιλέως Θεοῦ τὴν πάντοτε διήκουσαν ἐποψίαν. Τὸ δὲ ὑπόπτερον σημαίνει τῆς φύσεως αὐτῶν τὴν ὀξύτητα· οἱ δὲ τῷ λαμπροτάτῳ χαλκῷ ἐοικότες σπινθῆρες, τὴν φαιδρό τητα καὶ τὴν τοῦ φρονήματος σημαίνουσι καθαρό τητα· αἱ δὲ ὑπὸ τὰς πτέρυγας κεκρυμμέναι χεῖρες, τὴν ἀόρατον καὶ ποικίλην ἐνέργειαν. Τούτοις ἐπ άγει· θʹ. Οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτὰ, ἕκαστον κατέναντι τοῦ προσώπου αὑτῶν ἐπο ρεύετο. Ἄνθρωπος μὲν γὰρ ἐπὶ τὸ βόρειον μέρος ὁδεύων, εἶτα ἐθέλων ἐπὶ τὸ νότιον μεταβῆναι, ἀναγ καίως ἐπιστρέφεται ἓν πρόσωπον ἔχειν λαχών· οἷς δὲ τὰ πρόσωπα τῶν τεσσάρων τῆς οἰκουμένης κλι μάτων ἰσάριθμα, οὐκ ἔστι νότιον οὐδὲν, ἀλλὰ πανταχοῦ πρόσωπον πάντα ἐφορᾷ, καὶ οὗ ἂν ἐθέ λει βαδίζον, καὶ μεταθέσεως οὐ δεόμενον. ιʹ. Καὶ ὁμοίωσις, φησὶ, τῶν προσώπων αὐ τῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέον τος, ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι· ταῦτα τὰ πρόσωπα αὐτῶν. Ἀλλὰ μηδεὶς οἰέσθω θηρίων καὶ ζώων ἀλό γων εἰκόνας ἔχειν τὰς ἀοράτους δυνάμεις· ἕτερα γὰρ διὰ τούτων αἰνίττεται· διὰ μὲν τοῦ λέοντος, βασι λείαν· βασιλικὸν γὰρ τὸ ζῶον· διὰ δὲ τοῦ μόσχου, τὴν ἱερωσύνην· ὑπὲρ γὰρ τοῦ ἀρχιερέως εἷς προσεφέρετο μόσχος· διὰ δὲ τοῦ ἀετοῦ, τὴν προφητείαν· ὑψιπετὲς γὰρ τὸ ζῶον, καὶ λίαν ὀξυδερκές· τοιαύτη δὲ ἡ προ φητεία, ὑψηλὴν ἔχουσα τὴν θεωρίαν,