7
ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦντα· ἐκεῖ τὸ πνεῦμα τῆς πραΰτητος οὐκ ἀναπαύεται. Πεισθέντες δὲ τῇ παραινέσει τοῦ μακαρίου Παύλου, πᾶσαν ὀργὴν καὶ θυμὸν καὶ κραυγὴν ἄρωμεν ἀφ' ἡμῶν σὺν πάσῃ κακίᾳ, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, ἀναμένοντες τὴν μακαρίαν ἐλπίδα τὴν τοῖς πραέσιν ἐπηγγελμένην (Μακάριοι γὰρ οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν), ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.