De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
σιλεντιαρίου αὐτῷ, ἵνα προέλθῃ, καὶ γίνεται σιλέντιον, καὶ τὸ ἄρμα κρατεῖται, καὶ οἱ λαβαρήσιοι ἵστανται, καὶ ἐπὰν προέλθῃ, δέχεται αὐτὸν ὁ μάγιστρος εἰς τὴν σχολὴν τὴν ἑαυτοῦ, καὶ ἐᾷ καθήμενον αὐτὸν καὶ ἀνέρχεται, καὶ μηνύει τῷ βασιλεῖ, καὶ δέχεται αὐτὸν ἔσω, εἴτε ἐν τῷ πορτίκῳ, εἴτε ἐν τῷ αὐτῷ αὐγουσταίῳ. εἰ δὲ ἔχει δῶρα ἴδια ὁ πρέσβης, πρὸ μιᾶς παρακαλεῖ διὰ τοῦ μαγίστρου, ἵνα δεχθῶσι, καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, δείκνυσιν αὐτὰ τῷ μαγίστρῳ ἐν τῇ σχολῇ, καὶ γίνεται αὐτῷ γνῶσις. καὶ χρὴ 409 τὸν μάγιστρον προαναγαγεῖν τῷ βασιλεῖ, ἐπιδεῖξαι δὲ αὐτῷ καὶ τὴν γνῶσιν τῶν δώρων. καὶ ὁ πρέσβης, ἐὰν θέλῃ δέξασθαι, εἰσερχόμενος παρακαλεῖ τὸν δεσπότην, ἵνα δεχθῇ τὰ δῶρα αὐτοῦ· καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, εἰσέρχονται οἱ ἄνθρωποι αὐτοῦ βαστάζοντες τὰ δῶρα αὐτοῦ, καὶ κατὰ τὸ ὅμοιον σχῆμα γίνεται ὡς ἐπὶ τῶν βασιλικῶν δώρων, καὶ γίνεται συντυχία. χρὴ δὲ τὸν βασιλέα πάλιν καὶ συνεχῶς καὶ καλῶς μεμνῆσθαι τοῦ βασιλέως τῶν Περσῶν καὶ τῆς διαθέσεως αὐτοῦ, καὶ ἐάν ἐστιν εἰρήνη, καὶ τοιαῦτά τινα λαλοῦσιν, καὶ ἀπολύει αὐτὸν ὁ βασιλεὺς, καὶ ἀναμένει τὸν μάγιστρον ἔξω, καὶ ἐξέρχεται ὁ μάγιστρος καὶ συντάττεται αὐτῷ ἄνω, καὶ ἀπολύει αὐτὸν καὶ αὐτός. ἐν δὲ ταῖς ἄλλαις ἡμέραις μεταστέλλεται αὐτὸν, καὶ λαλεῖ τὰ περὶ τοῦ πράγματος. καὶ ἐὰν συνίδῃ, ἐπιτρέπει τῷ μαγίστρῳ ἢ καὶ ἄλλοις ἄρχουσι σὺν αὐτῷ ἔξω λαλῆσαι μετὰ τοῦ πρεσβευτοῦ. ἐὰν δὲ εἴη τελεία φιλία μεταξὺ τῶν πολιτειῶν, δεῖ τὸν βασιλέα πέμπειν καὶ συνεχῶς αὐτὸν ἐπισκέπτεσθαι καὶ μανθάνειν, πῶς ἔμει 410 νεν, καὶ πέμπειν αὐτῷ καὶ μέρη, καὶ ἐν ταῖς ἑορταῖς ταῖς ἡμετέραις καὶ ταῖς αὐτοῦ ταῖς ἐπισήμοις ξένια, καὶ πολυτρόπως αὐτὸν θεραπεύειν.
ΚΕΦ. ϟαʹ. Ἀναγόρευσις Λέοντος βασιλέως τοῦ τῆς θείας λήξεως. Τελευτήσαντος Μαρκιανοῦ τοῦ τῆς θείας λήξεως, καὶ τοῦ ψηφίσματος εἰς Λέοντα τὸν τῆς εὐσεβοῦς λήξεως γινομένου παρὰ τῆς συγκλήτου, συνῆλθον πάντες ἐν τῷ κάμπῳ, τοῦτο μὲν οἱ ἄρχοντες καὶ αἱ σχολαὶ καὶ οἱ στρατιῶται, τοῦτο δὲ καὶ Ἀνατόλιος ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Μαρτιαλίου ὄντος μαγίστρου· καὶ τῶν λαβάρων καὶ τῶν σίγνων ἐπ' ἐδάφους κειμένων, ἤρξαντο πάντες κράζειν οὕτως· "εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν. ἐπάκουσον, ὁ Θεός· Λέοντι ζωή. εἰσάκουσον, ὁ Θεός· Λέων βασιλεύσει. Θεὲ φιλάνθρωπε, Λέοντα βασιλέα τὸ πρᾶγμα τὸ δημόσιον αἰτεῖ· ὁ στρατὸς Λέοντα βασιλέα αἰτεῖ· Λέοντα οἱ νόμοι ἐκδέχονται· Λέοντα τὸ παλάτιον ἐκδέχεται· αὗται εὐχαὶ τοῦ παλατίου· αὗται ἐντεύξεις τοῦ στρατοπέδου· αὗται εὐχαὶ τῆς συγκλήτου· αὗται εὐχαὶ τοῦ λαοῦ· Λέοντα 411 ὁ κόσμος ἀναμένει· Λέοντα ὁ στρατὸς ἐκδέχεται· τὸ κοινὸν καλὸν, Λέων, ἐλθέτω· τὸ κοινὸν ἀγαθὸν, Λέων, βασιλεύσει· εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν." καὶ παραχρῆμα Λέων, κόμης ὢν καὶ τριβοῦνος τῶν ματτιαρίων, ἠνέχθη, καὶ ἀνελθόντος αὐτοῦ εἰς τὸ τριβουνάλιον, Βούσαλγος καμπιδούκτωρ ἐπέθηκεν τῇ κεφαλῇ αὐτοῦ τὸν μανιάκιν, καὶ ἄλλος μανιάκις ἀπὸ Ὀλυμπίου, ὁμοίως καμπιδούκτορος, ἐν τῇ δεξιᾷ αὐτῷ ἐπεδόθη· καὶ τὰ λάβαρα εὐθέως ἀνορθώθη, καὶ ἐκράγη παρὰ πάντων· "Λέων αὔγουστε, σὺ νικᾷς, σὺ εὐσεβὴς, σὺ σεβαστός· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυλάξει· τὸν Χριστὸν σεβόμενος ἀεὶ νικᾷς· πολλοὺς χρόνους Λέων βασιλεύσει· χριστιανὸν βασίλειον ὁ Θεὸς περιφρουρήσει." καὶ παραχρῆμα σκεπαστὸς ἀπὸ χελῶνος ἐν τῷ τριβουναλίῳ παρὰ τῶν κανδιδάτων καὶ τὴν βασιλικὴν ἐνδυσάμενος ἐσθῆτα καὶ τὸ διάδημα φορέσας καὶ οὕτω φανεὶς τῷ δήμῳ, παρὰ πάντων τῶν ἀρχόντων κατὰ τάξιν προσεκυνήθη, καὶ τὸ σκουτάριν καὶ τὴν λαγκίαν ἐκράτησεν, καὶ ὁμοίως εὐφημήθη παρὰ πάντων οὕτως· "καὶ δυνατὸς καὶ νικητὴς καὶ σεβαστὸς, εὐτυχῶς, εὐτυχῶς· πολλοὺς χρόνους, Λέων αὔγουστε, βασιλεύσεις· τοῦτο τὸ βασίλειον ὁ Θεὸς φυλάξει· χριστιανὸν βασίλειον ὁ Θεὸς φυλάξει," καὶ ἄλλα τοιαῦτα. καὶ διελάλησεν διὰ τοῦ λιβελλαρίου οὕτως· "αὐτοκράτωρ Καῖσαρ Λέων νικητὴς ἀεὶ σεβαστός· ὁ Θεὸς ὁ παντοδύναμος καὶ ἡ κρίσις ἡ ὑμετέρα, ἰσχυρώτατοι συστρατιῶται, αὐτοκράτορά με τῶν τῶν Ῥωμαίων δημοσίων πραγμάτων εὐτυ 412 χῶς ἐξελέξατο." παρὰ πάντων ἐκράγη· "Λέων αὔγουστε, σὺ νικᾷς· ὁ σὲ ἐκλεξάμενος σὲ διαφυλάξει· τὴν ἐκλογὴν ἑαυτοῦ ὁ Θεὸς περιφρουρήσει. εὐσεβὲς βασίλειον ὁ Θεὸς φυλάξει. καὶ εὐσεβὴς καὶ δυνατός." ἀπόκρισις. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ἕξεταί με ἐξουσιαστὴν ἄρχοντα τῶν κόπων