De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης δίδωσιν εὐκλείας, ἀλλ' ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶν καὶ φρονεῖν τὰ ἀμείνω μεθορμιζομένους. {Α.} Οὐκοῦν, οὐκ ἀσυμφανές, ὦ Ἑρμεία, ὅτι τῆς θείας ἡμῖν εἰκόνος οἱ χαρακτῆρες ἐλλάμψουσι νενευκόσι προθύμως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθόν, καθὰ καὶ αὐτὸς διωμολόγηκας ἀρτίως, καὶ οὐκ ἀπαράλλακτοι πρὸς Θεὸν ἡμεῖς διὰ τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἀπεῖρξε γὰρ ἂν οὐδέν, εἴπερ οὕτως γε ἔχει κατὰ τὸ ἀληθές, τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως τῷ ∆ημιουργῷ. Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ' ἑαυτόν; {Β.} Ὧδε ἔχει. {Α.} Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν 395 ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικο νισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούρ γως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν, μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες οὐδέν, τὸν τῶν ὅλων ∆ημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ' ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ' ὑμᾶς ὁμοιοούσιον λέγειν; Ἀλλ' οἶμαι πρὸς τοῦτο διαπορήσειν αὐτούς. Συνιέναι γε μὴν χαλεπὸν οὐδέν, κἂν αὐτοὶ μὴ λέγοιεν, ὅτι τοῦ ὁμοουσίου τὴν δήλωσιν ἐκδεδίασί τε καὶ κιβδηλεύουσιν, οὐκ ἐπείπερ ἡμῖν, καθάπερ οἴονται καί φασιν, ἐξ ἀγράφου πεποίηται λέξεως, ἀλλ' ὅτι τῆς ἀληθείας ἐστὶ παραστατική, οὐχ ἑτέρας εἶναι φύσεως τὸν Υἱὸν ἀποφαίνουσα πλὴν ἐξ αὐτῆς ἀληθῶς τῆς τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Ἄριστα ἔφης. {Α.} Ἐπιλελῆσθαι γὰρ οἶμαι, κατά γε τὸ εἰκός, τοὺς θεομαχεῖν ᾑρημένους τῆς τοῦ Σωτῆρος φωνῆς, διαρρήδην ἀνακεκραγότος ὡς τῆς ἀρρήτου φύσεως εἴη καρπός, καὶ οὐχὶ τῆς εἰς τὸ εἶναι παρενηνεγμένης καὶ τὴν ἐν χρόνῳ λαχούσης ὕπαρξιν. "Ἐγὼ γάρ, ἔφασκεν, οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ." Καὶ αὖ· "Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Καὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης γράφει περὶ αὐτοῦ· "Ὁἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί." Τί γὰρ ἂν εἴη τὸ ἄνωθεν ἢ ὅτι που πάντως ἐκ τῆς ἀνωτάτω καὶ ὑπερα νισχούσης τὰ πάντα φύσεως; Τί δὲ τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου ἢ ὅτι τῆς πρὸς πᾶν ὁτιοῦν τῶν γενητῶν ὁμοφυΐας ἀπήλλακται, πηγὴν ἔχων μόνος τὸν ἑαυτοῦ Πατέρα Θεόν; {Β.} Εἰ δὲ δὴ βούλοιντο τὸ ἄνωθεν οὐχ οὕτω νοεῖσθαι δεῖν καθὰ νῦν ἔφης αὐτός, ἀλλ' ὅτι οὐκ ἐκ τῆς κάτω καὶ περὶ τὴν γῆν ἀνθρωπότητος, ἀλλ' ἢ ἐξ οὐρανοῦ τυχόν, ἢ ἐκ φύσεως ἑτέρας πολὺ τὸ μεῖζον ἢ καθ' ἡμᾶς ἐχούσης, τί φαῖμεν ἂν καὶ πρὸς τοῦτο αὐτοῖς; {Α.} Τί δὲ ἕτερον ἢ τοῦτο; Καὶ τί τὸ ἐξαίρετον ἐν τῇ τοῦ Υἱοῦ καταθρήσαι τις ἂν φύσει τε καὶ δόξῃ, εἰ τῇδε 396 ἔχειν ἐροῦσι, καθὰ καὶ νοεῖν ἐγνώκασιν; Ἦ γὰρ οὐχὶ καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἄνωθέν τέ ἐστι καὶ ὡς ἡμᾶς ἔρχεται, τουτέστιν ἐξ οὐρανοῦ; Ἐν ἀμείνοσι δὲ πολὺ λίαν ἢ καθ' ἡμᾶς, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, Θρόνος τε καὶ Ἐξουσία, καὶ Κυριότης, καὶ αὐτὰ τὰ Σεραφίμ; Εἰ μηδὲν οὖν ἄρα τὸ ὑπερκείμενον ἐν Υἱῷ, ἀλλ' ἐν τουτοισὶ καὶ αὐτὸς τοῖς φυσικοῖς ὁρῷτο μέτροις, διοίσει μὲν δή, καθάπερ ἐγᾦμαι, κατ' οὐδὲν ἔτι τῶν λογικῶν κτισμάτων, ἅπερ ἄνωθεν ὡς ἡμᾶς ἥκει κατὰ καιρούς, "εἰς διακονίαν ἀποστελλόμενα πνεύματα λειτουργικά, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ἐπακτὸν δὲ ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα περικείσεται, καὶ ψευδομυ θήσει λέγων· "Ἐγώ εἰμι ἡ ἀλήθεια." Ποῦ γὰρ ἢ πῶς