7
ἐπιόντας, ὅπως ἀσφαλῶς καὶ μεθ' ὅτι πλείστης τῆς εὐβουλίας, ἧς οὐδὲν ἄμεινον, διῴκουν τὰ πράγματα, τὴν ἀρχὴν ἐντεῦθεν κατοχυροῦντες, καὶ ταῦτα περιγραφείσης εἰς μικρὸν ταύτης αὐτοῖς, ἐπὶ τρισὶ καὶ μόναις ἐπιπολαζούσαις ἀρχῆθεν ταῖς πόλεσι, Νικαίᾳ, Προύσῃ τε καὶ τρίτῃ Φιλαδελφείᾳ, τῆς πατρίδος ἐκπεσοῦσιν ἐξ ὧν αἰτιῶν ἴδμεν 27 μαθόντες, οὔ μοι δοκεῖ, κἂν λέγειν θέλωμεν, ἀνυστὰ τῷ τε πολλὰ καὶ μεγάλα ξυμβῆναι, μεταξὺ κρατούντων ἐκείνων, καὶ πολλῆς εἰπεῖν μάλιστα δεόμενα ἀσχολίας, καὶ τῷ μηδ' ἡμᾶς ἐς τἀκριβὲς εἰδέναι τί καὶ ἐφ' οἵαις ταῖς αἰτίαις ξυνέπεσεν ἕκαστον, ἄλλως τε ὅτι καὶ ἄλλοις εἰπεῖν ἐπῆλθε περὶ ἐκείνων, οὐ πεπλανημένως, οἶμαι, καὶ ὥστε μὴ σφᾶς ἑαυτοῖς ἀσφαλῶς πιστεύειν ἐπεξιόντας καθ' ἕκαστον, ἀλλ' ἀκριβῶς καὶ ὡς εἰδότας ἐξ ὧν ἐπὶ τῶν πραγμάτων ἦσαν καὶ περιῆσαν ἔτι εἰς τέλος πραχθέντων· καὶ τὸ τοῦ χρόνου μηχάνημα ἄπρακτον ἦν, ἅμα πραττομένων καὶ ἅμα γραφῇ διδομένων, ἀντιμαχομένου καὶ ἀντισκοποῦντος οἷον τοῦ Ἑρμοῦ τῇ Λητοῖ, ἢ καὶ μᾶλλον τὴν ἐκείνης πρόοδον ἀνακόπτοντος. Ταῦτ' ἄρα καὶ τὰ κατ' ἐκεῖνο συμβάντα τοῦ χρόνου ἐατέον ἡμῖν, ὡς οὐκ ἀνυστὰ καὶ ἄλλως τοῦ προκειμένου σκοποῦ ἐξαγώνια. Ἓν δὲ καὶ μόνον τέως λεκτέον ἐστί, καὶ ἴσως οὐ περιττόν, ὅτι καὶ μόνον ἐκεῖνό τινες αἰτιῶνται καὶ τῆς τότε τῶν πραγμάτων ἀσφαλείας καὶ καταστάσεως καὶ τῆς νῦν ἀνατροπῆς καὶ συγχύ σεως, πλὴν οὐ κατὰ ταὐτὸν οὕτως ἔχον, ἀλλὰ παρὸν μὲν καὶ ὡς ἐχρῆν τελούμενον ἀσφαλείας, ἀπὸν δὲ καὶ ὡς οὐκ ἐχρῆν παρορώμενον τῆς παρούσης συγχύσεως.
γʹ. Ὅπως οἱ παλαιοὶ κατωχύρουν τὰς ἄκρας. Ἐκεῖνοι τοίνυν δυοῖν μέσον ἐχθροῖν ἐναπειλημμένοι, ἐξ ἕω μὲν Περσῶν, ἐκ δύσεως δ' Ἰταλῶν, οὐ μόνον τὸ πρὸς τῇ θαλάσσῃ, ἀλλὰ καὶ τὸ ἀνώτατον κατασχόντων, καὶ εἰς στενὸν κομιδῇ ἀμφοτέρωθεν καταστάντες, ὡς μηδ' ἐλευθέρως ἀναπνεῖν ἐᾶσθαι, τῇ μὲν Ἰταλικὸν ἔχοντες συμμαχικὸν ἐπῄεσαν Πέρσαις, τῇ δὲ Σκυθικὸν προσλαβόμενοι, ἄρτι τότε φανέν τε καὶ προσληφθέν, ἀνώθουν τοὺς Ἰταλούς. Σκοπὸς δ' ἦν ἐκείνοις ἄκραις ἀσφαλέσι 29 τὸ μέσον κατοχυροῦν. Καὶ τὸ μὲν πρὸς θάλασσαν οὐκ εἶχον ὀχυρώματι ἄλλῳ ἢ θαλάσσῃ κατασφαλίζεσθαιοὐδὲ γὰρ ἦν, θαλασσοκρατούντων τῶν Ἰταλῶν καὶ προσκατεχόντων τὰ πρόσω, ἀσφαλῶς τὸ λοιπὸν διάξειν, τὸ δὲ πρὸς ἕω ὀχυροῦν εἶχον ἐρυμνοῖς ὄρεσιν, εἰ προλάβοιεν. Καὶ διὰ ταῦτα, ἐπεὶ οὐκ εἶχον ἅμα πρὸς ἑκάτερα μάχεσθαι καὶ ὅτι τὰ μὲν πρὸς ἕω ὄρη μέχρι πολλοῦ ἀνέχοντα καὶ τὸ ἀσφαλὲς κατεγγυῶντα τοῖς κατοικήσουσι, τοῖς Πέρσαις οὐκέτι διηνεκῶς προσκαταληφθέντα, προσδόκιμα σφίσι κατασχεῖν ἦσαν καὶ διὰ τῆς ἐκείνων ἀσφαλείας τὰ οἰκεῖα εὖ θέσθαι, τῷ δὲ τῆς θαλάττης μέρει οὐχ οἷοί τ' ἦσαν χρήσασθαι ὀχυρώματι πρότερον ἢ τοὺς Ἰταλοὺς ἐκβαλεῖν ἐκεῖθεν, ἐσπένδοντο μὲν πλέον τοῖς Πέρσαις καὶ ἀνακωχὴν ἐδίδουν τῷ πρὸς ἐκείνους πολέμῳ, ἐτήσιον τέλος τάξαντες διδόναι, ὃ δὴ καὶ ἐδίδουν οὐκ ἐς μακρόν, τοῖς δ' Ἰταλοῖς ὅλαις ἐπεῖχον ὁρμαῖς. Συχνοῖς δὲ πόνοις καὶ ἀκαταγωνίστοις πολέμοις ἐνιδροῦντες, ἐκείνους μὲν ἐξῶσαν καί, ναυσὶν οἰκείαις παραπλέειν παρεσχηκότες τὴν θάλασσαν, ἱκανὴν τοῖς ἐκεῖσε τῶν Ῥωμαίων οἰκοῦσιν ἐδίδουν ἀσφάλειαν· εἶτα νῶτα στρέψαντες, ἑκόντων ἀκόντων Περσῶν, ὄρεσιν ἐπεβάλοντο, συχνοῖς δὲ τοῖς πανταχόθεν ἐποίκοις καὶ ἰσχυροῖς κατασφαλισάμενοι, ἐρυμνὰ τείχη καὶ οἷον δυσεπιχειρήτους θριγκοὺς τῇ Ῥωμαΐδι ταῦτα κατέστησαν.
δʹ. Ὅπως τῶν ἐν ταῖς ἄκραις ἐπεμελοῦντο ἀνδρῶν καὶ πραγμάτων. Οὐ μὴν δὲ καὶ ἀτημελήτους τοὺς πρὸς τοῖς ὄρεσιν οἰκοῦντας εἴων, ὡς ἑτοίμους μεταναστεύσοντας, εἴ που ἀμηγέπη οἱ ἐναντίοι προσβάλοιεν, μηδὲν ἔχοντας τὸ πεῖθον μένειν καὶ παρὰ δύναμιν, εἴ ποι παρείκοι, πρὸς ἐκείνους ἀνδρίζεσθαι· ἀλλ' ἀτελείαις μὲν τοὺς πάντας, προνοίαις δ' ἐκ τούτων τοὺς ἐπιδοξοτέρους καὶ οἷς τολμῆεν τὸ φρόνημα γράμμασιν ἐδωροῦντο βασιλι κοῖς. Καὶ δή, τοῦ χρόνου προϊόντος, ηὔξανον ταῖς περιουσίαις, καὶ πλοῦτος 31 ἐπέρρει σφίσι συχνός. Παρ'