1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

3.72t Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν

φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. 3.73 Ἰλιὰς κακῶν ἐπῄει: ἐπὶ ταῖς μεγίσταις συμφοραῖς. 3.74 Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρονεῖν βου λομένων. 3.75 Ἰχθὺν νήχεσθαι διδάσκεις: ἐπὶ τῶν διδασκόντων ἃ ἐπίστανται. 3.76 Ἰαλέμου ψυχρότερος: Ἰάλεμον τὸν θρῆνον φασί· λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης γενέσθαι, κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν. 3.77 Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια. 3.78 Ἱππέας. καὶ ἵππον εἰς πεδίον προσκαλῇ: ὅπερ ἐστί· τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν. 3.79 Ἴσος πόλεμον οὐ ποιεῖ. 3.80 Ἰσότης φιλότης.

ΑΡΧΗ ΤΟΥ Κ.

3.81t Κακοῦ κόρακος κακὸν ᾠόν: ὅτι ἄβρωτόν ἐστιν αὐτὸ τὸ ζῷον, ἀλλὰ δὴ

καὶ τὸ ᾠὸν αὐτοῦ. ἢ ἀπὸ Κόρακος ῥήτορος πρώτου διδάξαντος τὴν ῥητορικήν· τὸν γὰρ μαθη τὴν αὐτοῦ μισθὸν ἀπαιτοῦντος, εἰς τὸ δικαστήριον, εἶπεν ὁ αὐτὸς μαθητής, ἴωμεν· καὶ εἰ μὲν νικήσεις, οὐ μεμά θηκα. εἰ δὲ ἡττηθήσῃ, οὐ λήψῃ μισθούς. 3.82 Κόσμει σπάρταν, ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. 3.83 Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. 3.84 Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων. οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. 3.85 Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπιχει ρούντων. 3.86 Κιλίκιοι τράγοι: οἱ δασεῖς. ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται. 3.87 Κρητίζειν: ἀντὶ τοῦ ψεύδεσθαι· τοιοῦτοι γὰρ οἱ Κρῆτες. 3.88 Καθάπερ αἱ τίτθαι σιτίζεις κακῶς. 3.89 Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πράγματος ἀπολιμπανομένων. 3.90 Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. 3.91 Κολοφῶνα ἐπέθηκας: ἤτοι τὸ τέλειον καὶ πλῆρες. ἐπὶ μεγάλων πραγμάτων καὶ βεβαίου ψήφου. 3.92 Κἂν ἐπὶ νεκροῦ κερδαίνειν: ἐπὶ τῶν κερδαινόν των ἐκ πενήτων ἢ τεθνεώτων. 3.93 Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 3.94 Κατὰ ῥοῦν φέρεται: ἐπὶ τῶν εὐπλοούντων. 3.95 Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπληστον δὲ τὸ ζῷον. 3.96 Κενὰ κενοὶ βουλεύονται. 3.97 Κριὸς τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρίστων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας. 3.98 Κακὰ μὲν θρίπες, κακὰ δ' ἶπες: ἄμφω γὰρ λυ μαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ τὰ κέρατα ἐσθίουσιν. 3.99 Κανθάρου μελάντερος· καί· κανθάρου σοφώ τερος: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. 3.100 Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην: ἐπὶ τῶν καταξίως τιμωρουμένων. 4.1 Κακῶν πανήγυρις: ἐπὶ πλήθους κακῶν. 4.2 Κηροῦ εὐπλαστότερος: ἐπὶ τῶν ῥᾳδίως τι ποι ούντων. 4.3 Καθ' ἑαυτοῦ Βελλεροφόντης. 4.4 Κερκωπίζειν: ἀντὶ τοῦ δουλεύεσθαι καὶ ἀπατᾶν· με τενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. 4.5 Κατὰ βοὸς εὔχου: ἐπὶ τῶν μέγα βοώντων. 4.6 Κωφότερος κίχλης: παρόσον ἄφωνον τὸ ζῷον. 4.7 Κανθάρου σκιά: ἐπὶ τῶν φοβουμένων, ἔνθα οὐ δεῖ. 4.8 Κορυδέως εἰδεχθέστερος: ἐπὶ δυσμορφίᾳ οὗτος διεβάλλετο. 4.9 Κεκύλισται ὁ πίθος: ἐπὶ τῶν κατὰ μίμησιν ἑτέρων μάτην τι ποιούντων. 4.10 Κύρβεις **: ξύλα πινακοειδῆ, ἐν οἷς τοὺς νόμους ἔγραφον. 4.11 Κοινὰ τὰ τῶν φίλων. 4.12 Κοσκίνῳ μαντεύεται: ἐπὶ τῶν εὐτελῶν μάντεων.

ΑΡΧΗ ΤΟΥ Λ.

4.13t Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν

ἀπέκτανον. 4.14 Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων καὶ ἀγω νιζομένων. ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. 4.15 Λύκος μάτην χανών· καί· Λύκος περὶ φρέαρ χορεύει: ἐπὶ τῶν μάτην πονούντων. 4.16 Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ