1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

Οὐϊταλίου λόγους ἡμεῖς μὲν ἐπὶ τὸ εὐσεβέστερον ἐδεξάμεθα, οὕτω τοῦ θέλειν πείθον τος, ἄλλοι δὲ πρὸς τὸν τῶν γεγραμμένων νοῦν ἀγριαίνουσιν; 102.17 ὅ μοι δοκεῖ καὶ ∆άμασος αὐτὸς μεταδιδαχθεὶς καὶ ἅμα 102.17 πυθόμενος ἐπὶ τῶν προτέρων μένειν αὐτοὺς ἐξηγήσεων, ἀποκηρύκτους αὐτοὺς πεποιῆσθαι καὶ τὸ γραμματεῖον ἀνατετραφέναι τῆς πίστεως σὺν ἀναθεματισμῷ καὶ πρὸς αὐτὴν τὴν ἀπάτην αὐτῶν δυσχεράνας, ἣν ἔπαθεν ἐξ ἁπλότητος.

102.18 Ταῦτ' οὖν ἐληλεγμένοι σαφῶς, μὴ χαλεπαινέτωσαν ἡμῖν, ἀλλ' ἐντρεπέσθωσαν, μηδὲ καταψευδέσθωσαν, ἀλλὰ συστελλέσθωσαν, καὶ τῶν πυλώνων ἐξαλειφέτωσαν τὸ μέγα καὶ θαυμαστὸν αὐτῶν ἐκεῖνο πρόγραμμά τε καὶ κήρυγμα τῆς ὀρθοδοξίας, μετὰ ζητήματος εὐθὺς ἀπαντῶντες τοῖς εἰσιοῦσι καὶ διακρίσεως, τὸ δεῖν προσκυνεῖν μὴ ἄνθρωπον θεοφόρον, ἀλλὰ Θεὸν σαρκοφόρον. 102.19 Οὗ τί γένοιτ' ἂν ἀλογώτερον, κἂν τῷ ῥήματι μέγα τούτῳ φρονῶσιν οἱ νέοι τῆς ἀληθείας κήρυκες; Χάριν μὲν γὰρ ἔχει τινὰ σοφιστικὴν τῷ τάχει τῆς ἀντιστροφῆς καὶ ψηφολογικὴν τερατείαν τοὺς ἀπαιδεύτους τέρπουσαν· ἔστι δὲ τῶν γελοίων γελοιότερον καὶ τῶν ἀσυνέτων ἀσυνετώτερον. 102.20 Εἰ γάρ τις μεταβαλὼν τὴν «ἄνθρωπος» φωνὴν καὶ τὴν «σὰρξ» εἰς Θεὸν (ὧν τὸ μὲν ἡμῖν ἀρέσκει, τὸ δὲ αὐτοῖς), ἔπειτα τῇ ἀντιστροφῇ χρήσαιτο τῇ θαυμασίᾳ ταύτῃ καὶ θεογνώστῳ, τί συναχθήσε ται; τὸ δεῖν προσκυνεῖν μὴ σάρκα θεοφόρον, ἀλλὰ Θεὸν ἀνθρωποφόρον. 102.21 Ὢ τῆς ἀτοπίας· τὴν ἀποκεκρυμμένην μετὰ Χριστὸν σοφίαν σήμερον ἡμῖν καταγγέλλουσιν, ἐφ' ᾧ καὶ δακρύειν ἄξιον. 102.22 Εἰ γὰρ πρὸ τριάκοντα τούτων ἐτῶν ἡ πίστις ἤρξατο, τετρακοσίων σχεδὸν ἐτῶν γεγονότων ἀφ' οὗ Χριστὸς πεφανέρωται, κενὸν ἐν τοσούτῳ χρόνῳ τὸ Εὐαγγέλιον ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν, 102.23 καὶ μάτην μὲν οἱ μαρτυρήσαντες ἐμαρτύρησαν, μάτην δὲ καὶ τοῦ λαοῦ προέστησαν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι προστάται, καὶ τῶν μέτρων ἡ χάρις, ἀλλ' οὐ τῆς πίστεως.

102.24 Τίς δὲ οὐκ ἂν αὐτοὺς ἀγάσαιτο τῆς παιδεύσεως, οἳ σαφῶς αὐτοὶ τὰ Χριστοῦ διαιροῦντες καὶ τὸ μὲν ἐγεννήθη καὶ ἐπειράσθη καὶ ἐπείνησε καὶ ἐδίψησεν, ἐκοπίασέ τε καὶ ὕπνωσε, τῷ ἀνθρωπίνῳ προσνέμοντες, 102.25 τὸ δὲ ὑπὸ ἀγγέλων ἐδοξάσθη, καὶ τὸν πειραστὴν ἐνίκησε καὶ ἔτρεψεν, οὕτω καὶ ὕπερθε θαλάσσης ἐπέζευσε, τῇ θεότητι λογιζόμενοι· 102.26 καὶ τὸ μὲν «Ποῦ τεθείκατε Λάζαρον» ἡμέτερον εἶναι λέγοντες, τὸ δὲ «Λάζαρε, δεῦρο ἔξω» βοᾶν καὶ τὸν τετραήμερον νεκρὸν ἐγείρειν, ὑπὲρ ἡμᾶς· 102.27 καὶ τὸ μὲν ἠγωνίασε καὶ ἐσταυρώθη καὶ ἐτάφη, τοῦ προκαλύμματος, τὸ δὲ ἐθάρσησε καὶ ἀνέστη καὶ ἀνέβη, τοῦ θησαυρίσματος; 102.28 Ἔπειτα κατηγοροῦσιν ἡμῶν ὡς δύο φύσεις εἰσαγόντων ἀπηρτημένας ἢ μαχομένας καὶ μεριζόντων τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἕνωσιν· 102.29 δέον ἢ μὴ ποιεῖν ὃ κατηγοροῦσιν ἢ μὴ κατηγορεῖν ὃ πράτ τουσιν, εἴπερ ἑαυτοῖς γοῦν ἀκολουθεῖν ἐγνώκασιν, ἀλλὰ μὴ καὶ τὰ ἴδια λέγειν καὶ τὰ τῶν ἀντιπάλων. 102.30 Τοιοῦτόν ἐστιν ἡ ἀλογία· καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυτοῖς ἢ νοεῖν ἢ αἰσχύνεσθαι. 102.31 Καὶ εἴ τις οἴεται ταῦτα γράφειν ἡμᾶς ἢ λέγειν ἑκόντας, ἀλλ' οὐ τυραννουμένους, καὶ τὴν ἕνωσιν ἀποσπεύδοντας, ἀλλ' οὐχὶ καὶ λίαν σπουδάζοντας, ἴστω κακῶς φρονῶν καὶ οὐκ ἐστοχασμένως τῆς ἡμετέρας ἐπιθυμίας, 102.32 οἷς οὐδὲν εἰρήνης ἐστὶν ἢ γέγονε προτιμότερον, ὡς αὐτὰ πείθει τὰ πράγματα, κἂν ἃ ποιοῦσί τε καὶ νεανιεύονται καθ' ἡμῶν ἀποκλείῃ παντάπασι τὴν ὁμόνοιαν.

202.t Πρὸς Νεκτάριον ἐπίσκοπον Κωνσταντινουπόλεως 202.1 Ἔοικε τὴν παροῦσαν ζωὴν ἐπιλελοιπέναι καθόλου ἡ τοῦ Θεοῦ

κηδεμονία, ἡ ἐν τοῖς πρὸ ἡμῶν χρόνοις τὰς Ἐκκλησίας φυλάττουσα. 202.2 Καί μοι