1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

εὐαγγελίοις ὁ κύριος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ πρὸς τὴν Σαμαρῖ τιν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. καὶ ἡ τιμὴ δὲ τοῦ Καρμήλου δίδοται τῇ ψυχῇ τῇ ἐχούσῃ τὴν ὁμοίωσιν πρὸς τὴν ἔρημον, τουτέστιν ἡ διὰ τοῦ πνεύματος χάρις. ἐπειδὴ γὰρ Ἠλίας μὲν ᾤκει τὸν Κάρμηλον 9.237 (ὀνομαστὸν δὲ τὸ ὄρος ἐγένετο διὰ τὴν τοῦ ἐποικοῦντος ἀρετὴν καὶ ἀοίδιμον) ὁ δέ γε Ἰωάννης ὁ βαπτιστὴς ἐν τῷ πνεύματι Ἠλίου διαλάμπων τὸν Ἰορδάνην ἡγίαζε, διὰ τοῦτο ὁ προφήτης ἐθέσπιζε τὴν τιμὴν τοῦ Καρμήλου τῷ ποταμῷ δοθήσεσθαι. καὶ τὴν δόξαν δὲ τοῦ Λιβάνου ἐκ τῆς παραβολῆς τῶν ὑψηλῶν δένδρων ἐπὶ τὸν ποταμὸν μετήνεγκεν· ὡς γὰρ ἐκεῖνος ὁ Λίβανος ἱκανὴν ἔχει θαύματος ἀφορμὴν αὐτὰ τὰ δένδρα, ἃ φύει καὶ τρέφει, οὕτως ὁ Ἰορδάνης δοξάζεται ἀνθρώπους ἀναγεννῶν καὶ φυτεύων ἐν τῷ τοῦ θεοῦ παραδείσῳ, ὧν κατὰ τὴν ψαλμικὴν φωνὴν ἀνθούντων ἀεὶ καὶ ταῖς ἀρεταῖς κομώντων τὸ μὲν φύλλον οὐκ ἀπορρυήσεται, τὸν δὲ καρπὸν ἐν καιρῷ δεξάμενος ὁ θεὸς εὐφρανθήσεται ὡς ἀγαθὸς φυτοκόμος τοῖς ἰδίοις ἔργοις ἐπαγαλλόμενος. ὁ δὲ θεσπέσιος ∆αβὶδ καὶ τὴν φωνὴν προφητεύων, ἣν ἐξ οὐρανῶν ὁ πατὴρ ἐπαφῆκε τῷ υἱῷ βαπτιζομένῳ, ἵνα πρὸς τὸ φυσικὸν τῆς θεότητος ἀξίωμα τοὺς ἀκούοντας ὁδηγήσῃ πρὸς τὴν αἰσθητὴν τέως τὴν κατὰ τὸν ἄνθρωπον εὐτέλειαν βλέποντας, ἐνέγραψεν ἐκεῖνο τῇ βίβλῳ τό· Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. ἀλλὰ τὰς μὲν ἐκ τῶν θείων γραφῶν μαρτυρίας μέχρι τούτου παυστέον· χωρήσοι γὰρ ὁ λόγος εἰς ἄπειρον, εἴ τις βουληθῇ τὰ καθέκαστον ἐκλέγων ἑνὶ παραθέσθαι βιβλίῳ.

Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τῶν τρόπων ἐναλλαγὴν καὶ τῆς ἐπὶ τὸ κρεῖττον μετακοσμήσεως τὴν διαφορὰν τῇ καθαρότητι τῆς πολιτείας γνωρίσατε· τῶν μὲν γὰρ ὑποπιπτόντων τοῖς ὀφθαλμοῖς οὐδὲν ἀλλοιοῦται, οἱ 9.238 δὲ τοῦ σώματος χαρακτῆρες μένουσιν ἀμετάβλητοι καὶ ἡ τῆς ὁρωμένης φύσεως διάπλασις οὐκ ἀμείβεται, χρεία δὲ πάντως τινὸς ἐναργοῦς ἀποδείξεως, δι' ἧς ἐπιγνωσόμεθα τὸν ἀρτίτοκον ἄνθρωπον συμβόλοις τισὶ φανεροῖς τὸν νέον ἀπὸ τοῦ παλαιοῦ διακρίνοντες. ταῦτα δὲ οἶμαι τυγχάνειν τὰ κατὰ πρόθεσιν τῆς ψυχῆς κινήματα, ἀφ' ὧν ἑαυτὴν χωρίζουσα τῆς παλαιᾶς συνηθείας, νεωτέραν δὲ τέμνουσα τῆς πολιτείας ὁδὸν διδάξει σαφῶς τοὺς γνωρίμους, ὡς ἄλλη τις ἐξ ἄλλης γεγένηται οὐθὲν τῆς παλαιᾶς κακίας ἐφελκομένη γνώρισμα. ἔστι δὲ οὗτος τῆς μεταποιήσεως ὁ τρόπος, ἄν μοι πεισθέντες τὸν λόγον ὡς νόμον φυλάξητε· ἦν ὁ πρὸ τοῦ βαπτίσματος ἄνθρωπος ἀκόλαστος, πλεονέκτης, ἅρπαξ τῶν ἀλλοτρίων, λοίδορος, συκοφάντης καὶ εἴ τι τούτοις ὅμοιον καὶ ἀκόλουθον. γενέσθω νῦν κόσμιος, σώφρων, ἀρκούμενος τοῖς ἰδίοις καὶ ἐκ τούτων τοῖς ἐν πενίᾳ μεταδιδούς, φιλαλήθης, τιμητικός, εὐπροσήγορος, πᾶσαν ἁπλῶς ἐπαινουμένην πρᾶξιν ἀσκῶν· ὡς γὰρ τῷ φωτὶ τὸ σκότος λύεται καὶ ἀφανίζεται τὸ μέλαν ἐπιχρωσθείσης λευκότητος, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος τοῖς τῆς δικαιοσύνης ἔργοις ἐπικοσμηθεὶς ἀφανίζε ται. ὁρᾷς ὅπως καὶ ὁ Ζακχαῖος τῇ μεταβολῇ τοῦ βίου τὸν τελώνην ἀπέκτεινε πρὸς μὲν τοὺς ζημιωθέντας ἀδίκως τετραπλῆν ἐπανάγων τὴν ἀπόδοσιν, ἐμέρισε δὲ τοῖς πτωχοῖς τὰ κατάλοιπα, ἃ πρότερον παρὰ τῶν πτωχῶν θλιβομένων κακῶς ἐθησαύρισεν. εὐαγγελιστὴς ὁ Ματθαῖος, ἄλλος τελώνης, ὁμότεχνος τοῦ Ζακχαίου εὐθέως μετὰ τὴν κλῆσιν ὥσπερ τι προσωπεῖον ἤμειψε τὸν βίον. διώκτης ὁ Παῦλος, ἀλλὰ μετὰ τὴν χάριν ἀπόστολος βαρείας φέρων τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ εἰς ἀπολογίαν καὶ μετάνοιαν τῶν ἀδίκων δεσμῶν, ἃ παρὰ τοῦ 9.239 νόμου ποτὲ λαβὼν κατὰ τῶν εὐαγγελίων ἐβάσταζε. τοιαύτην προσῆκεν εἶναι τὴν ἀναγέννησιν, οὕτως ἐξαλείφειν τὴν πρὸς τὴν ἁμαρτίαν συνήθειαν, οὕτω πολιτεύεσθαι τοὺς υἱοὺς τοῦ θεοῦ· τέκνα γὰρ ἐκείνου μετὰ τὴν χάριν ἀκούομεν. καὶ διὰ τοῦτο προσῆκεν ἀκριβῶς