1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν. 24 Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης. 25 Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγμένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον. 26 Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ' οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκολουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ' ὑπόστασιν φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν. 27 Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος ∆αβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρέχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος ∆αβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο. 28 Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν. 29 Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ' ὧν κλάδων σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. 30 Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. 31 Ἰώσηπός φησιν, ὅτι ἡνίκα ἐν βασιλείοις ἐτρέφετο Μωϋσῆς, στρατηγὸς χειροτονηθεὶς κατὰ τῶν Αἰθιόπων, καὶ νικήσας, ἠγάγετο τὴν τοῦ βασιλέως ἐκείνου θυγατέρα· ἐπείπερ πόθῳ τῷ πρὸς αὐτὸν προδίδωσιν αὐτῷ τὴν πόλιν. Τί δήποτε τῶν δύο λοιδορησάντων, ἐκείνη δίκας ᾐτήθη μόνη; πρῶτον, ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄῤῥενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ· ἤτε εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρὼν, ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. Πρὸς δὲ τούτοις ἐπεὶ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρὼν, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ τε καὶ ἐπαίδευσεν. Οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρώτης τοῦτο