ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος; Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν πινέσθω, μήτε ὡς ὕδωρ ἐπιζητείσθω. Τὰ μὲν γὰρ ἑκάτερα θεοῦ ποιή ματά ἐστιν· ἀλλὰ τὸ μὲν ὕδωρ ἀναγκαῖον, ὁ δὲ οἶνος βοη θείας χάριν τοῦ σώματος γέγονεν. Ὁ δὲ πρῶτον μὲν τὴν γλῶτταν δεσμευόμενος, πῦρ δὲ ὥσπερ ἀπὸ τῶν ὀφθαλμῶν λάμπων, τρέμων δὲ καὶ τὰς βάσεις καὶ ἀναισθητῶν, φάρμακον προσίεται θανάσιμον, τὸν μὲν σίδηρον οὐ ποιῶν δρέπανον ἤ τι τῶν ἐργαζομένων τὴν γῆν, μάχαιραν δὲ αὐτὸν ἢ λόγχην κατασκευάζων καὶ μεταπλάττων τοῦ θεοῦ τὴν οἰκονομίαν. Ὁ γὰρ οἰνοποτῶν, δέον τοῦ μὲν χειμῶνος διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ·ιγοῦν, τοῦ δὲ θέρους διὰ τὴν τῶν ἐντὸς θερα πείαν, παραχρώμενος δὲ αὐτῷ ληραίνει καὶ δίκην κυνῶν ἢ συῶν, ·εύματι τῆς θεραπείας ὑπερζέων, ἀσχημονεῖ. Χρὴ δὲ μὴ καθάπερ ἀσωτευομένους ἡμᾶς παραχρῆσθαι τοῖς τοῦ θεοῦ ποιήμασιν, τὴν δίψαν εἰς τὴν μέθην ἕλκοντας, ἀλλὰ μεταλαμβάνειν ποτοῦ χάριν τοῦ μὴ διψᾶν· ὅσοι δὲ ·οφῶντες τὸν οἶνον καθάπερ οἱ πυρέττοντες καυσωνιζόμενοι πίνουσιν, ὅσον οὐδέπω διὰ τὴν ἀκρασίαν τεθνήξονται. Παραιτητέον δὲ καὶ τὴν λιχνείαν, ὀλίγων τινῶν καὶ τῶν ἀναγκαίων μεταλαμβάνοντα. Καθάπερ γὰρ σῶμα νοσοῦν πολλῶν καὶ μυρίων δεῖται φαρμάκων, οὕτως καὶ ἡ δι' αὑτὴν ἀτυχοῦσα ψυχὴ μονονουχὶ καὶ δερμάτων ἐμπίπλασθαι βούλε ται. Κἂν πύθηταί τις τὸ αἴτιον, πάθος ἀναπλάττει σωμα τικόν. Πρὸς οὓς ·ητέον· Oὐ πᾶν ἐπιτήδευμα δόγματι τῆς ἐννοίας κρατυνόμενον εὐαπολόγητον ἔχει τὴν ἀπόδειξιν, ὡς καὶ μέχρι μοιχοῦ καὶ φονέως καὶ δραπέτου πολλὴν εὑρίσκεσθαι τὴν ἀπολογίαν, ὅτι καλῶς πράττεται τὸ ὑπ' αὐτῶν γινόμενον; Ὁ δὲ εἰπὼν πρὸς τὸν πυνθανόμενον τὸ αἴτιον τοῦ κακοῦ καὶ ἀποκρινόμενος δόγμα πάνυ θαυμαστῶς ἐξεφώνησεν. Τρο φαῖς ἄρα χρηστέον ἐπὶ τὸ μὴ πεινᾶν. Ὁ δὲ μὴ τοιοῦτος ἑκα τοντάχειρ, τὸ ὅσον ἐφ' ἑαυτῷ, βούλεται περιπατεῖν καὶ πεντηκοντακέφαλος, Γηρυόνας τρικεφάλους καὶ ἑξάχειρας ζη τῶν, πολλαῖς χερσὶ καὶ πλείοσι στόμασι λαιμαργεῖν ἐπιτε τηδευκώς. Ἐγκωμιαστέον δὲ πλοῦτον μὲν οὐδαμῶς, πενίαν δὲ οὐ λοιδορητέον. Ὁ μὲν γὰρ ἐξηλεγμένης ὕλης κρατύνεται, φθορὰ δὲ τὸ τέλος ὕλης ἐστὶν καὶ σκώληκες καὶ εὐλαὶ καὶ πῦρ καὶ πτώσεις καὶ λῃσταὶ καὶ τύραννος· ἡ δὲ κεχώρισται μὲν τοῦ νῦν αἰῶνος, ζητεῖ δὲ τὸ ἀληθὲς μόνον, ὑπὸ μηδενὸς περισπωμένη προσκαίρου. Ταῦτα δὲ ὑμῖν ἐγγράφως ὑπε θέμην, νουθετεῖν βουλόμενος τὸ ἀτάραχον, καταρτίζειν τε ὑμᾶς πρὸς τὸ τέλειον καὶ ἐνάρετον σπεύδων. Ὁ γὰρ μὴ τοι οῦτος ἔξω τρέχει τοῦ δοθέντος αὐτῷ κανόνος καὶ διὰ τὸ ἄτακτον ἔξαθλος γίνεται· κἂν πάνυ ταλαιπώρως τῆς ἀπὸ τῶν γενναίων ἀθλητῶν ἐπικουρίας τύχῃ, βρώσεως ἢ πόσεως ἢ ἐσθῆτος ἀπολαύσας, ὅμως οὐδὲν ἧττον ἀστεφάνωτός ἐστιν.