7
ἐστὶν εἰς τοὺς ἐγχειρίσαντας αὐτοῖς τὴν ἀρχήν. ∆ιὰ τοῦτο ἂν μὲν ὑποδεέστερος ᾖ τις, οὐδέποτε τοῦτον ἀπολογήσεται τὸν τρόπον· ἐὰν δὲ βασιλεὺς καὶ τῆς αὐτῆς ὢν ἀξίας, μετὰ παῤῥησίας τοῦτο ἐρεῖ. Ὡς γὰρ ἡ τῆς ἀρχῆς μία ὑπεροχὴ, οὕτω καὶ ἡ ἐξουσία μία γένοιτο ἂν εἰκότως. Ὥστε ἂν φανῇ τις οὕτως ἀπολογούμενος, ἀνάγκη πᾶσα τῆς αὐτῆς ἀξίας εἶναι ἐκείνῳ, οὗ τὴν ἐξουσίαν ὑπὲρ ἑαυτοῦ προβάλλεται. Οὐκοῦν ἐπειδὴ καὶ ὁ Χριστὸς οὕτως ἐδικαιολογήσατο πρὸς Ἰουδαίους, ἀναμφισβητήτως ἡμῖν ἀπέδειξεν, ὅτι τῆς αὐτῆς ἀξίας ἐστὶ τῷ Πατρί. Καὶ μεταγάγωμεν, εἰ δοκεῖ, τὸ ὑπόδειγμα ἐπὶ τὰ ῥήματα τοῦ Χριστοῦ, καὶ τὸ ἔργον ὅπερ εἰργάσατο. Ἔστω τοίνυν τὸ μετ' ἐξουσίας λῦσαι τὸ σάββατον, ὅπερ ἡ ἁλουργὶς καὶ τὸ διάδημα καὶ τὸ ἀφιέναι τοὺς ὑπευθύνους. Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτὰ, καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ φαίνεται μετ' αὐθεντίας ταῦτα ποιῶν ὁ Χριστὸς, εἶτα ἐγκαλούμενος τὸν Πατέρα προβάλλεται λέγων, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, ἀνάγκη πᾶσα καὶ τοῦτον ἴσον εἶναι ἐκείνῳ τῷ μετὰ αὐθεντίας ποιοῦντι. Οὐ γὰρ ἂν, εἰ μὴ ἴσος ἦν αὐτῷ, τούτῳ τῆς δικαιολογίας ἐχρήσατο τῷ τρόπῳ. Καὶ ἵνα σαφέστερον μάθητε τὸ λεγόμενον, ἔλυσαν τὸ σάββατόν ποτε οἱ μαθηταὶ ἐν τῷ τίλλειν τοὺς στάχυας καὶ ἐσθίειν ἐν σαββάτῳ· ἔλυσε καὶ αὐτὸς νῦν· ἐνεκάλεσαν κἀκείνοις οἱ Ἰουδαῖοι, ἐνεκάλεσαν καὶ τούτῳ. Ἴδωμεν πῶς μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖται, πῶς δὲ ὑπὲρ ἑαυτοῦ· ἵνα ἐκ τῆς διαφορᾶς τὴν ὑπεροχὴν καὶ τὴν ἀπολογίαν αὐτοῦ μάθῃς. Πῶς οὖν ὑπὲρ ἐκείνων ἀπολογεῖται; Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασεν; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν δούλων ἀπολογῆται, ἐπὶ τὸν σύνδουλον αὐτῶν καταφεύγει ∆αυΐδ· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν λόγον· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καὶ ποίαν ἐργασίαν λέγει; ἴσως εἴποι τις ἄν· Ἐν γὰρ ἓξ ἡμέραις κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· τὴν καθημερινὴν πρόνοιαν. Οὐ γὰρ παρήγαγε μόνον τὴν κτίσιν, ἀλλὰ καὶ παραχθεῖσαν αὐτὴν συγκροτεῖ· κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰς ἄνω δυνάμεις, κἂν πάντα ἁπλῶς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τῆς προνοίας ἀπολαύει τῆς ἐκείνου· κἂν ἔρημα γένηται τῆς ἐνεργείας ἐκείνης, 48.811 οἴχεται καὶ διαῤῥεῖ καὶ ἀπόλλυται. Βουλόμενος τοίνυν δεῖξαι ὁ Χριστὸς, ὅτι τῶν προνοούντων ἐστὶ, καὶ οὐχὶ τῶν προνοουμένων, τῶν ἐνεργούντων, οὐχὶ τῶν ἐνεργουμένων, εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον ἐπιδεῖξαι βουλόμενος. εʹ. Ταῦτα δὲ μέμνησθε, καὶ φυλάττετε μετὰ ἀκριβείας ἁπάσης, καὶ τὴν ἀπὸ τῆς πολιτείας φιλοσοφίαν τῇ τῶν δογμάτων ὀρθότητι συνυφαίνετε· ὃ καὶ πρῴην παρεκάλεσα, καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι· πολιτείαν δὲ καὶ φιλοσοφίαν οὐδὲν οὕτως, ὡς ἡ ἐνταῦθα ποιεῖ διατριβή. Καθάπερ γὰρ ἡ χερσουμένη γῆ, μηδένα τὸν ἀρδεύοντα ἔχουσα, γέμει ἀκανθῶν καὶ τριβόλων, ἡ δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ· οὕτω δὴ καὶ ἡ ψυχὴ, ἡ μὲν τῆς ἀρδείας τῶν θείων ἀπολαύουσα λογίων, τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ τοῦ Πνεύματος· ἡ δὲ ἐν αὐχμῷ καὶ ἀμελείᾳ καὶ σπάνει τῆς τοιαύτης ἀρδείας καθεστῶσα ἐρημοῦται καὶ ὑλομανεῖ καὶ ἀκάνθας ἐκφέρει πολλὰς, τῆς ἁμαρτίας τὴν φύσιν. Ἔνθα δὲ ἄκανθαι, ἐκεῖ δράκοντες καὶ ὄφεις καὶ σκορπίοι καὶ πᾶσα ἡ δύναμις τοῦ διαβόλου. Καὶ εἰ ἀπιστεῖς τῷ λόγῳ, φέρε, τοὺς ἀπολειφθέντας καὶ ἡμᾶς παραβάλωμεν, καὶ ὄψεσθε τότε πολὺ τὸ μέσον· μᾶλλον δὲ ἡμεῖς ἡμᾶς αὐτοὺς ἐξετάσωμεν, τίνες μέν ἐσμεν θείας ἀπολαύοντες διδασκαλίας, τίνες δὲ ἐπὶ πλεῖον ταύτης ἀποστερούμενοι τῆς ὠφελείας τυγχάνομεν. Μὴ τοίνυν προδῶμεν κέρδος τοσοῦτον. Ἡ γὰρ ἐνταῦθα διατριβὴ πάντων ὑπόθεσίς ἐστι τῶν ἀγαθῶν· ἐντεῦθεν ἀναχωρῶν καὶ ἀνὴρ γυναικὶ φανεῖται