1

 2

 3

 4

 5

 6

 7

7

ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι. καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; τί τοίνυν σαυτὸν πολλῷ μείζονα ἀδικεῖς καὶ χαλεπώτερα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπέ μοι; Τὸ γὰρ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντος τὸν ταῦτα νομοθετήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκείνου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν, μετὰ μυρία κακὰ ἀναγκαζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύσαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέχῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς δόξης ἐκεῖ, μυριοπλασίους ἀποδιδούς σοι τῆς ὑποκοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.