1

 2

 3

 4

 5

 6

 7

 8

7

ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν. Εἰ δὲ συμβῇ καὶ παῖδας τοῦ τετελευτηκότος καταλειφθῆναι νέους, πῶς αὐτοὺς ἀναθρέψει, πῶς δὲ προστήσεται; τίνων δὲ ὀρφανῶν οὐ χαλεπώτερον ἐκεῖνοι βιώσονται τὰ τοῦ πατρὸς ὁρῶντες ἅπαντα ἕτερον ἔχοντα, καὶ οἰκέτας καὶ οἰκίαν καὶ ἀγροὺς καὶ τὸ πάντων κεφάλαιον τὴν γυναῖκα; πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι; πῶς δὲ αὕτη ὡς πρὸς παῖδας οὓς αἰσχύνεσθαι καὶ ἐρυθριᾶν ἀναγκάζεται, καὶ οἷς πᾶσαν ἀπονεῖμαι τὴν μητρικὴν οὐκ ἔχει φιλοστοργίαν, εἰς τοὺς ἐξ ἐκείνου παῖδας σχιζομένης αὐτῇ τῆς διανοίας; Τί οὖν, ἂν ᾖ σφόδρα κόρη, φησί, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἄλλα πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πάνυ γε οὐδὲ ὁ παρ' ἡμῶν πείσει λόγος· ἀλλ' ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τί οὖν, ἂν ᾖ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα, δευτέρῳ γαμεῖται πάλιν; τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ τριακοστὸν ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ' ὁ μακάριος Παῦλος· ἐκεῖνος γάρ φησι· «Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ.» Τί γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ὃν ἐξ ἀρχῆς ἐκληρώθη; αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτήν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ. Ἀλλ' οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ' ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἴ τις βουλόμενος ἐμπορεύσασθαι, πρὶν ἢ κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομείνοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν. Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δέ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν. Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρείᾳ μένουσα ἕξει τὸ ἀσφαλὲς καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾶν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δὲ εἰ καὶ πρᾶγμα ἕν ἐστιν ἡ χηρεία, ἀλλ' οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολήψονται τούτου μισθούς, ἀλλ' αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τί δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺν ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γὰρ οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἕνα ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ