1

 2

 3

 4

 5

 6

 7

 8

7

Ἀκούσας γὰρ ὅτι οὗτος αὐτὸν τῆς τιμωρίας ὁ τρόπος μένει, Ἐγὼ τῶν θηρίων ἐκείνων ὀναίμην, ἔλεγεν. Τοιοῦτοι γὰρ οἱ ἐρῶντες· ὅπερ ἂν πάσχωσιν ὑπὲρ τῶν ἐρωμένων, μεθ' ἡδονῆς δέχονται, καὶ τότε δοκοῦσιν ἐμφορεῖσθαι τῆς ἐπιθυμίας, ὅταν πολλῷ χαλεπώτερα ᾖ τὰ γινόμενα· ὅπερ οὖν καὶ ἐπὶ τούτου συνέβαινεν. Οὐ γὰρ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ τῇ προθυμίᾳ ζηλῶσαι τοὺς ἀποστόλους ἔσπευδε· καὶ ἀκούων ὅτι μαστιχθέντες ἐκεῖνοι μετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς μὴ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ τῇ χαρᾷ μιμήσασθαι τοὺς διδασκάλους· διὰ τοῦτο, Τῶν θηρίων, ἔλεγεν, ὀναίμην. Καὶ πολλῷ τού των ἡμερώτερα τὰ στόματα ἐνόμιζεν εἶναι τῆς τοῦ τυράννου γλώττης, καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ πρὸς τὴν γέενναν ἐκάλει, τὰ δὲ τούτων στόματα πρὸς βασιλείαν παρέπεμπεν. Ἐπειδὴ τοίνυν κατέλυσεν ἐκεῖ τὴν ζωὴν, μᾶλλον δὲ ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἀνέβη, ἐπανῄει στεφανίτης λοιπόν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονομίας, τὸ πάλιν αὐτὸν πρὸς ἡμᾶς ἐπαναγαγεῖν, καὶ ταῖς πόλεσι διανεῖμαι τὸν μάρτυρα. Ἐκείνη μὲν γὰρ αὐτοῦ στάζον τὸ αἷμα ἐδέξατο, ὑμεῖς δὲ τῷ λειψάνῳ τετίμησθε· ἀπηλαύσατε τῆς ἐπισκοπῆς ὑμεῖς, ἀπήλαυσαν ἐκεῖνοι τοῦ μαρτυρίου· εἶδον ἀγωνιζό μενον καὶ νικῶντα καὶ στεφανούμενον ἐκεῖνοι, ἔχετε διηνεκῶς αὐτὸν ὑμεῖς· ὀλίγον ὑμῶν αὐτὸν χρόνον ἀπέ στησεν ὁ Θεὸς, καὶ μετὰ πλείονος ὑμῖν δόξης αὐτὸν ἐχα ρίσατο. Καὶ καθάπερ οἱ δανειζόμενοι χρήματα μετὰ τόκων ἀποδιδόασιν ἅπερ ἂν λάβωσιν· οὕτω καὶ ὁ Θεὸς τὸν τίμιον τοῦτον θησαυρὸν παρ' ὑμῶν ὀλίγον χρησάμε νος χρόνον, καὶ τῇ πόλει δείξας ἐκείνῃ, μετὰ πλείονος ὑμῖν αὐτὸν ἀποδέδωκε τῆς λαμπρότητος.

Ἐξεπέμψατε γὰρ ἐπίσκοπον, καὶ ἐδέξασθε μάρτυρα· ἐξεπέμψατε μετ' εὐχῶν, καὶ ἐδέξασθε μετὰ στεφάνων· καὶ οὐχ ὑμεῖς δὲ μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ ἐν μέσῳ πόλεις. Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόμενον τὸ λείψανον; πόσην καρποῦσθαι ἡδονήν; πόσον ἀγάλλεσθαι; πόσαις εὐφημίαις πάντοθεν βάλλειν τὸν στεφανίτην; Καθάπερ γὰρ ἀθλητὴν γενναῖον τοὺς ἀνταγωνιστὰς καταπαλαίσαν τα ἅπαντας, καὶ μετὰ λαμπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάμματος, εὐθέως δεχόμενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι τῆς γῆς ἀφίασι, φοράδην ἀπάγοντες οἴκαδε, καὶ μυρίοις βάλλοντες ἐγκωμίοις· οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώμης αἱ πόλεις ἑξῆς διαδεχόμεναι, καὶ ἐπ' ὤμων φέρουσαι μέχρι τῆς πόλεως ταύτης παρέπεμπον ἐγκωμιάζουσαι τὸν στεφανίτην, ἀνυμνοῦσαι τὸν ἀγωνο θέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον αὐτῷ περιετράπη τὸ σόφισμα, καὶ ὅπερ ἐνόμισε κατὰ τοῦ μάρτυρος ποιεῖν, τοῦτο ὑπὲρ αὐτοῦ γέγονε. Καὶ τότε μὲν τὰς πόλεις ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθω σεν· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς παρούσης τὴν ὑμετέραν 50.595 πλουτίζει πόλιν· καὶ καθάπερ θησαυρὸς διηνεκὴς, καθ' ἑκάστην ἀντλούμενος τὴν ἡμέραν, καὶ οὐκ ἐπιλείπων, ἅπαντας τοὺς μετέχοντας εὐπορωτέρους ποιεῖ· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος Ἰγνάτιος τοὺς πρὸς αὐτὸν ἐρχο μένους εὐλογιῶν, παῤῥησίας, γενναίου φρονήματος, καὶ πολλῆς ἀνδρείας πληρῶν οἴκαδε ἀποπέμπει. Μὴ τοίνυν σήμερον μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πρὸς αὐτὸν βαδίζωμεν, πνευματικοὺς ἐξ αὐτοῦ δρεπόμενοι καρπούς. Ἔστι γὰρ, ἔστι τὸν μετὰ πίστεως ἐνταῦθα παραγινόμενον μεγάλα καρπώσασθαι ἀγαθά· οὐδὲ γὰρ τὰ σώματα μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι τῶν ἁγίων πνευματικῆς εἰσι πεπληρωμέναι χάριτος. Εἰ γὰρ ἐπὶ Ἐλισσαίου τοῦτο συνέβαινε, καὶ θήκης νεκρὸς ἁψάμενος τοῦ θανάτου τὰ δεσμὰ διέῤῥηξε, καὶ πρὸς ζωὴν ἐπανῆλθε πάλιν, πολλῷ μᾶλλον νῦν, ὅτε δαψιλεστέρα ἡ χάρις, ὅτε πλείων ἡ τοῦ Πνεύματος ἐνέργεια, ἔστι καὶ θήκης μετὰ πίστεως ἁψάμενον πολ λὴν ἐκεῖθεν ἐπισπάσαθαι δύναμιν. ∆ιὰ τοῦτο καὶ τὰ λείψανα τῶν ἁγίων εἴασεν ἡμῖν ὁ Θεὸς, βουλόμενος ἡμᾶς πρὸς τὸν αὐτὸν ἐκείνοις χειραγωγῆσαι ζῆλον, καὶ λιμένα τινὰ παρασχεῖν καὶ παραμύθιον ἀσφαλὲς τῶν ἀεὶ καταλαμβανόντων ἡμᾶς κακῶν. ∆ιὸ παρακαλῶ πάν τας ὑμᾶς, εἴτε ἐν ἀθυμίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε 50.596 ἐν ἁμαρτιῶν βάθει, μετὰ