1

 2

 3

 4

 5

 6

 7

 8

7

θὼν ὀλίγα τῷ κειμένῳ διαλέγεται· τὰ δὲ περὶ φαρ μάκων καὶ σιτίων καὶ τῆς ἄλλης θεραπείας, καλέσας τοὺς αὐτῷ προσήκοντας, ἐκείνοις ἅπαντα ἐπισκήπτει. Τί δήποτε; Ὅτι ὁ μὲν κάμνων οὐ δέχεται εὐθέως τὴν παραίνεσιν, ὁ δὲ ὑγιαίνων μετὰ πολλῆς προθυμίας προσέχει τοῖς λεγομένοις· διὰ τοῦτο μετὰ τούτων καὶ ὑμῖν βούλομαι διαλεχθῆναι. Προκαταλάβωμεν αὔριον τὰς πύλας, ἐφεδρεύσωμεν ταῖς ὁδοῖς, ἄνδρες τοὺς ἄνδρας, γυναῖκες τὰς γυναῖκας κατασπάσωμεν ἀπὸ τῶν ὑποζυγίων· ἐπαναγάγωμεν ἐνταῦθα, μὴ ἐπαισχυνθῶμεν· ἔνθα σωτηρία ἀδελφοῦ, οὐκ ἔστιν αἰσχύνη. Εἰ ἐκεῖνοι οὐκ αἰσχύνονται πρὸς τὴν παράνομον πομπὴν ἀνιόντες, πολλῷ μᾶλλον ἡμᾶς αἰσχύνεσθαι οὐ χρὴ πρὸς τὴν ἱερὰν ταύτην πανήγυριν μέλλοντας αὐτοὺς ἐπαναγαγεῖν. Ὅταν ἀδελφοῦ σωτηρία προκέηται, μηδὲν παραιτώμεθα. Εἰ γὰρ ὁ Χριστὸς ἀπέθανε δι' ἡμᾶς, ἅπαντα ὑπομένειν δι' αὐτοὺς ἡμᾶς χρή· κἂν πληγὰς ἐντείνονται, κἂν λοιδορήσωνται, κάτασχε, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν αὐτοὺς ἐπαναγάγῃς πρὸς τὸν ἅγιον μάρτυρα· κἂν δικαστήριον δέῃ καθίσαι ἐκ τῶν παριόντων, οἱ βουλόμενοι ἀκουέτωσαν· ἀδελφὸν, εἰπὲ, βούλομαι σῶσαι, ὁρῶ ψυχὴν ἀπολλυμένην, καὶ οὐκ ἀνέχομαι περιιδεῖν τὴν συγγένειαν· ὁ βουλόμενος ἐγκαλείτω, ὁ βουλόμενος κατηγορείτω· μᾶλλον δὲ οὐδεὶς ἐγκαλέσει, ἀλλὰ καὶ πάντες ἐπαινέσονται, πάντες ἀσπάσονται. Οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ δι' οἰκείαν ἀπέχθειαν ἀμυνόμενος, οὐδὲ ὑπὲρ ἄλλου τινὸς τῶν βιωτικῶν φιλονεικῶ καὶ μάχομαι, ἀλλ' ὑπὲρ ἀδελφοῦ σωτηρίας· ταῦτα τίς οὐκ ἀποδέξεται; τίς οὐ θαυ- μάσεται; Οὐδὲν ἡμᾶς προσήκοντας ἀλλήλοις κατὰ συγγένειαν σαρκικὴν ἡ πνευματικὴ συγγένεια πατρῶν φιλοστοργοτέρους ἐποίησεν. Εἰ βούλεσθε, καὶ τὸν μάρτυρα λάβωμεν μεθ' ἑαυτῶν· οὐκ ἐπαισχύνεται γὰρ ἐλθεῖν καὶ σῶσαι τοὺς ἀδελφούς. Ἐπιστήσωμεν αὐτοῖς ἐκείνων ὀφθαλμοῖς, φοβηθῶσι παρόντα, αἰδεσθῶσι παρακαλοῦντα καὶ δεόμενον· οὐ γὰρ αἰσχύνεται καὶ παρακαλέσαι. Εἰ γὰρ ὁ ∆εσπότης αὐτοῦ παρακαλεῖ τὴν ἡμετέραν φύσιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, φησὶν ὁ Παῦλος, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, Καταλλάγητε τῷ Θεῷ· πολλῷ μᾶλλον ὁ δοῦλος τοῦτο ποιήσει· ἓν αὐτὸν λυπεῖ μόνον, ἡ ἀπώλεια ἡ ἡμετέρα· ἓν εὐφραίνει, ἡ σωτηρία ἡ ἡμετέρα, καὶ διὰ τοῦτο οὐ παραιτήσεται οὐδὲν ὑπὲρ αὐτῆς ποιῆσαι. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνθῶμεν, μηδὲ περιττὸν εἶναι νομίσωμεν.

Εἰ γὰρ ἄνθρω-ποι θηραταὶ κρημνοὺς καὶ ὄρη καὶ βάραθρα καὶ πᾶν ἄβατον ἀπέρχονται χωρίον, εἴτε λαγωὸν, ἢ δορκάδα, ἢ ἄλλο τι τῶν τοιούτων, ἢ καὶ ὄρνιθας πολλάκις ταύτας τὰς ἀγρίας θηρεῦσαι βουλόμενοι· σὺ μέλλων οὐκ ἄλογον εὐτελὲς, ἀλλ' ἀδελφὸν πνευματικὸν, δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας, καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν πύλην ἐξελθεῖν, 50.675 μόνον ἀναδύῃ καὶ ἐρυθριᾷς; καὶ ποίαν ἕξεις, εἰπέ μοι, συγγνώμην; οὐκ ἀκούεις σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν; Ἀλλὰ δέδοικας μή τις ἐγκαλέσῃ; Μετάγαγε τὴν αἰτίαν ἐπ' ἐμὲ τὸν εἰρηκότα· εἰπὲ ὅτι ὁ διδάσκαλος οὕτως ἐκέλευσεν· ἕτοιμος ἐγὼ δικάζεσθαι τοῖς ἐγκαλοῦσι καὶ παρασχεῖν εὐθύνας· μᾶλλον δὲ οὔτε ὑμῖν, οὔτε ἡμῖν ἐγκαλέσει τις, κἂν σφόδρα ἀναίσχυντος ᾖ, ἀλλ' ἀποδέξονται πάντες, καὶ θαυμά-σονται τῆς κηδεμονίας ἡμᾶς, οὐχὶ οἱ ἐν τῇ πατρίδι τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ οἱ τὰς γείτονας πόλεις οἰκοῦντες, ὅτι τοσαύτη παρ' ἡμῖν ἀγάπης τυραννὶς, τοσοῦτος φιλοστοργίας ζῆλος. Ἀλλὰ τί λέγω τοὺς ἀνθρώπους; αὐτὸς ὁ τῶν ἀγγέλων ἡμᾶς ἀποδέξεται ∆εσπότης. Εἰδότες οὖν τὸν μισθὸν, μὴ καταφρονήσωμεν τῆς θήρας, μηδὲ ἐπανέλθωμεν μόνοι αὔριον, ἀλλ' ἕκαστος τὴν ἄγραν ἔχων μεθ' ἑαυτοῦ οὕτω πα-ραγενέσθω. Ἂν τὴν ὥραν ἐκείνην παραγένῃ μόνον, καθ' ἣν τῆς οἰκίας ἐξιὼν ἅπτεται τῆς ὁδοῦ, καὶ με 50.676 ταστήσῃς αὐτὸν πρὸς τὴν ἐνταῦθα ἄφιξιν, οὐδεμία λοιπὸν ἔσται δυσκολία, ἀλλὰ τοῦ καιροῦ παρελθόντος πολλὴν εἴσεταί σοι κἀκεῖνος τὴν χάριν, καὶ οἱ ἄλλοι πάντες ἐπαινέσουσιν ὑμᾶς, καὶ θαυμάσουσι· καὶ ὃ πάντων