7
τεσσαράκοντα ὑπείξατε ἔτεσιν; οὐχὶ ἑβδομήκοντα τοῖς Βαβυλωνίοις ἐδουλεύσατε; οὐχὶ Σαλμανασὰρ ὑμᾶς εἰς τὰ ὄρη μετῴκισε Χαλδαίων; καὶ οὐδαμοῦ ἀνάγκη μεταβάλλουσα τὰς γνώμας ὑμῶν; Σκληροτράχηλοι, οὓς ὁ κόφινος οὐκ ἐδάμασεν Αἰγύπτου, οὓς οὐκ ἐμάλαξε τῶν ἀχύρων τὸ ἄχθος, οὓς οὐκ ἔκαμψε τῆς πλινθουργίας ἡ βία. Εἶτα, 59.508 τούτων τῶν φωνῶν ἐπακούσαντες, Ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἔνθα τὸν βασιλέα ἐσταύρωσαν, ἐκεῖ καὶ τὸν στρατιώτην βάλλουσι λίθοις. Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἀλλὰ καὶ μετὰ λίθων βολὰς ὁ ἀγωνιστὴς ἀνεδέξατο νίκας, καὶ τοιαύτῃ φωνῇ πρὸς τὸν Κτίστην ἐκέχρητο· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
Κύριε Ἰησοῦ, ὁ γνώμῃ Πατρὸς ἀναδεξάμενος πάθος, ὁ βουλῇ τοῦ τεκόντος θάνατον ὑπομείνας, δέξαι τὸ πνεῦμά μου. Χώρισον λοιπὸν τοῦ σώματος τὴν ψυχὴν, τὴν ἀσώματον μετάστησον, δέξαι τὸ πνεῦμά μου ἀρεταῖς κατεστεμμένον παντοίαις, δέξαι τὸ πνεῦμά μου· Τὸν γὰρ δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· διὸ αἰτοῦμαι, δέξαι τὸ πνεῦμά μου. Ἐν ὅσῳ γὰρ περίκειμαι τὸ φθαρτὸν σῶμα, δειλιῶ· ἐν ὅσῳ φορῶ τὴν γηΐνην σάρκα, φοβοῦμαι, μὴ μετὰ πόνους ἀπολέσω τοὺς πόνους· ἰλιγγιῶ, μὴ μετὰ πάλην ἀστεφάνωτος μείνω, μὴ μετὰ τοὺς ἀγῶνας ἀπολέσω τὰ βραβεῖα. ∆έξαι οὖν τὸ πνεῦμά μου. Πενθήσῃ λοιπὸν ὁ διάβολος, ὡς ἀπολέσας τὴν νίκην· θρηνήσῃ ὁ ἀρχέκακος, ὡς πρὸς θνητὸν μὴ ἐξισχύσας· ὀδυρέσθωσαν οἱ ἀσώματοι, ὅτι οἱ ἐν σώματι γελῶσι τὰ πάθη. ∆έξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς, ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται, ἑστὼς καὶ κατανευόμενος, ἀλλὰ Θεὶς τὰ γόνατα, εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα εἰπὼν ἐκοιμήθη. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος, ἀνάπαυσις τοῖς σοφοῖς ἡ νέκρωσις. ∆ιὰ τοῦτο γὰρ ὕπνος ὁ θάνατός ἐστιν, ἵνα ὥσπερ ἐκ κάρου τινὸς ἐν τῇ ἀναστάσει διεγερθέντες, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· ὧν γένοιτο πάντας ἡμᾶς μεταλαβεῖν, χάριτι καὶ μεσιτείᾳ τοῦ Χριστοῦ, δι' οὗ δόξα τῷ Πατρὶ ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ, ὡς ἀπ' ἀρχῆς, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.