1

 2

 3

 4

 5

 6

 7

7

μέλλοντα διορθούμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωϋσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωϋσῆς αὐτὸν κατεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Ἐπειδὴ γὰρ ἄξια μὲν κολάσεως ἥμαρτον ἐκεῖνοι, καὶ κολάσεως ἀπαραιτήτου, κολάσαι δὲ αὐτοὺς οὐκ ἐβούλετο, ἀλλὰ φιλανθρωπεύσασθαι, τοῦτο δὲ αὐτοὺς ῥᾳθυμοτέρους ἐποίει, ἀμφότερα κατεσκεύαζεν, ὥστε μήτε τὴν τιμωρίαν ἐπενεχθῆναι, μήτε ἐκείνους ῥᾳθυμοτέρους ἐκ τῆς ἀτιμωρησίας γενέσθαι, μαθόντας ὅτι οὐ παρὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ παρὰ τὴν τοῦ Μωϋσέως προστασίαν τὴν ὀργὴν τοῦ ∆εσπότου διέφυγον. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ' ἡμῶν πληγὰς διαφυγεῖν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· καὶ ὅτι ἐστὶν ἀληθὲς, ἀπ' αὐτῶν τῶν ῥημάτων δῆλον· Ἄφες με, φησὶ, καὶ θυμωθείς. Καὶ μὴν ὅταν βουλομένους τιμωρήσασθαι μηδεὶς ἀφῇ, τότε θυμούμεθα· αὐτὸς δὲ λέγει, Ἄφες με καὶ θυμωθήσομαι, ἵνα μάθῃς ὅτι θυμὸς οὐ πάθος ἐστὶ περὶ Θεὸν, ἀλλ' ἡ καθ' ἡμῶν γινομένη κόλασις ταύτῃ καλεῖται τῇ προσηγορίᾳ. Ὅταν οὖν ἀκούσῃς τοῦ Μωϋσέως λέγοντος, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, πρὸ τοῦ δούλου τὸν ∆εσπότην ἐκπλάγηθι, ὅτι αὐτὸς αὐτῷ τῆς φιλανθρωπίας ταύτης παρέσχε τὰς ἀφορμάς. Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν Ἱερε 50.662 μίαν, καὶ πρὸς τὸν Ἰεζεκιὴλ τὸ αὐτὸ τοῦτό φησι· Περιδράμετε καὶ ἴδετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, εἰ ἔστι τις ποιῶν κρίμα καὶ δικαιοσύνην· ἵλεως ἔσομαι αὐτοῖς. Εἶδες φιλανθρωπίαν; Τῆς μὴν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ τῶν πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορθῶν ᾖ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται· ἀλλ' εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάντων γοῦν ἀπολλυμένων διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον μεῖζον ἔχω τῆς φιλανθρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμένους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευτήσαντας καταφεύγει, καὶ δι' ἐκείνους φησὶν ἀφιέναι τὰ ἁμαρτήματα, ὥσπερ οὖν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Ταῦτ' οὖν εἰδότες ὅτι πάντα κινεῖ καὶ πραγματεύεται ὁ Θεὸς, ὥστε ἡμᾶς ἀπαλλάξαι κολάσεως καὶ τιμωρίας, πολλὰς παρέχωμεν αὐτῷ τὰς ἀφορμὰς, ἐξομολογούμενοι, μετανοοῦντες, δακρύοντες, εὐχόμενοι, τοῖς πλησίον τὴν ὀργὴν ἀφιέντες, τὴν τῶν πέλας πενίαν διορθούμενοι, ἐν ταῖς εὐχαῖς νήφοντες, ταπεινοφροσύνην ἐπιδεικνύμενοι, τῶν ἁμαρτημάτων μεμνημένοι συνεχῶς. Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἁμαρτωλός εἰμι, ἀλλὰ δεῖ καὶ κατ' εἶδος αὐτῶν μεμνῆσθαι τῶν πλημμελημάτων. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπεσὸν ἀφανίζει ῥᾳδίως αὐτὰς, οὕτω καὶ λογισμὸς συνεχῶς παρ' ἑαυτῷ περιστρέφων τὰ πεπλημμελημένα, ῥᾳδίως αὐτὰ ἀπόλλυσι καὶ καταδύει. Ὁ δὲ Θεὸς ὁ ὑπερβαίνων ἀνομίας, ἐξαίρων ἀδικίας, καὶ τῶν ἁμαρτιῶν ἡμᾶς ἀπαλλάξειε, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιώσειε, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.