1

 2

 3

 4

 5

 6

 7

 8

7

ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ. Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ κατὰ τῆς τιμωρίας τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται· ὅπερ ἐστὶ καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν. Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάντοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ διὰ σπουδῆς. Οἱ μὲν γὰρ τῇ περὶ τὰς εὐχὰς ὀλιγωρίᾳ παροξύνουσι τὸν Θεὸν, τὴν καταφρόνησιν διὰ τῆς ῥᾳθυμίας ἐπιδεικνύμενοι· οἱ δὲ ἐπειδὴ σπουδὴν ἐπιδείκνυνται, τὴν σπουδὴν πάλιν κατὰ τῆς ἑαυτῶν ἐπιδείκνυνται σωτηρίας. Ὁ δεῖνα, φησὶ, ῥᾳθυμεῖ· ἀρκεῖ μοι πρὸς τὸ μηδενὸς αὐτὸν ἐπιτυχεῖν· οὗτος σπουδαῖός ἐστι καὶ διεγηγερμένος· τί οὖν ἵνα γένηται; Οὐ δύναμαι ἐκλῦσαι τὴν σπουδὴν, οὐδὲ εἰς ὀλιγωρίαν ἐμβαλεῖν· ἑτέρως αὐτοῦ περιοδεύσω τὴν ἀπώλειαν. Πῶς; Εἰς παρανομίαν τῇ σπουδῇ χρήσασθαι παρασκευάσω· τὸ γὰρ κατὰ τῶν ἐχθρῶν εὔχεσθαι, παράνομόν ἐστιν. Ἀπελεύσεται τοίνυν οὐ μόνον οὐδὲν κερδάνας ἀπὸ τῆς σπουδῆς, ἀλλὰ καὶ πλείονα τὴν βλάβην ὑπομείνας τῆς διὰ ῥᾳθυμίας. Τοιαῦται αἱ τοῦ διαβόλου μηχαναί· τοὺς μὲν διὰ τῆς ῥᾳθυμίας, τοὺς δὲ δι' αὐτῆς ἀπόλλυσι τῆς σπουδῆς, ὅταν μὴ κατὰ νόμους αὕτη γίνηται. ιαʹ. Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς. Αἰσχύνομαι μὲν οὖν αὐτὰ μέλλων ἐρεῖν, πλὴν ἀνάγκη πάντως εἰπεῖν καὶ μιμήσασθαι τὴν ἀπαίδευτον γλῶτταν ἐκείνην. Τίνα οὖν ἐστι 51.363 τὰ ῥήματα; Ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· δεῖξον αὐτοῖς, ὅτι Θεὸν ἔχω κἀγώ. Οὐ τότε μανθάνουσιν, ἄνθρωπε, ὅτι Θεὸν ἔχομεν, ὅταν ἀγανακτῶμεν, καὶ ὀργιζώμεθα, καὶ δυσχεραίνωμεν· ἀλλ' ὅταν ἐπιεικεῖς ὦμεν, καὶ πρᾶοι, καὶ ἥμεροι, καὶ πᾶσαν ἀσκῶμεν φιλοσοφίαν. Οὕτω καὶ ὁ Θεὸς εἶπε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἐννοεῖς ὅτι ὕβρις ἐστὶν εἰς τὸν Θεὸν, τὸ αἰτεῖν κατὰ τῶν ἐχθρῶν τὸν Θεόν; Καὶ πῶς ὕβρις ἐστί; φησίν. Ὅτι αὐτὸς εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, καὶ τὸν θεῖον τοῦτον εἰσήγαγε νόμον. Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ' ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς. Καὶ πῶς δυνατὸν ἀκουσθῆναι εὐχόμενον, εἰπέ μοι, ὅταν τὸν μέλλοντα ἀκούειν παροξύνῃς; Ταῦτα γὰρ ποιῶν εἰς βάραθρον τὴν οἰκείαν ὠθεῖς σωτηρίαν, καὶ κατὰ κρημνοῦ φέρῃ, τὸν ἐχθρὸν ἐπ' ὄψεσι τύπτων τοῦ βασιλέως. Εἰ γὰρ καὶ μὴ ταῖς χερσὶ τοῦτο ποιεῖς, τοῖς ῥήμασιν αὐτὸν τύπτεις· ὅπερ οὐδὲ ἐπὶ τῶν ὁμοδούλων ποιῆσαι τολμᾷς. Τόλμησον γοῦν ἐπὶ ἄρχοντος τοῦτο ποιῆσαι· κἂν μυρία ᾖς κατωρθωκὼς, τὴν ἐπὶ θάνατον εὐθέως ἀπαχθήσῃ πάντως. Εἶτα ἐπὶ ἄρχοντος μὲν οὐ τολμᾷς τὸν ὁμότιμον ὑβρίσαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο ποιῶν, εἰπέ μοι, οὐ φρίττεις, οὐδὲ δέδοικας ἐν καιρῷ δεήσεως καὶ εὐχῆς ἀγριαίνων οὕτω καὶ ἐκθηριούμενος, καὶ μείζονα ἀγνωμοσύνην ἐπιδεικνύμενος τοῦ τὰ ἑκατὸν ἀπαιτοῦντος δηνάρια; Ὅτι γὰρ ἐκείνου σὺ μᾶλλον ὑβρίζεις, αὐτῆς ἄκουσον τῆς ἱστορίας. Μύρια τάλαντα ὤφειλέ τις τῷ δεσπότῃ· εἶτα οὐκ ἔχων ἀποδοῦναι, ἠξίου μακροθυμῆσαι, ἵνα πραθείσης αὐτοῦ τῆς γυναικὸς καὶ τῆς οἰκίας καὶ τῶν παίδων, διαλύσηται τὸ ὄφλημα τὸ δεσποτικόν. Ἰδὼν δὲ αὐτὸν ὀδυρόμενον ὁ δεσπότης κατηλέησε καὶ τὰ μύρια ἀφῆκε τάλαντα. Ἐξελθὼν ἐκεῖνος καὶ εὑρὼν οἰκέτην ἕτερον ὀφείλοντα αὐτῷ δηνάρια ἑκατὸν, ἄγχων ἀπῄτει μετὰ πολλῆς τῆς ὠμότητος καὶ τῆς ἀπανθρωπίας. Ἀκούσας ταῦτα ὁ δεσπότης ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον, καὶ ὃ πρότερον ἀφῆκεν ὄφλημα τῶν μυρίων ταλάντων, ἐπέθηκεν αὐτῷ πάλιν, καὶ τῆς εἰς