1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

ἀνάκλισις, στάσις, νόσος, ὑγίεια· ἀχώριστον δέ, ὅπερ οὐσίας μὲν οὐκ ἔστι συστατικὸν ὡς μὴ ἐν ὅλῳ τῷ εἴδει θεωρούμενον. Ὅμως ἡνίκα γένηται ἔν τινι ὑποστάσει, ἀδύνατον χωρισθῆναι αὐτῆς, οἷον ἡ σιμότης, ἡ γρυπότης, ἡ γλαυκότης καὶ τὰ τοιαῦτα. Τοῦτο τὸ ἀχώριστον συμβεβηκὸς λέγεται καὶ χαρακτηριστικὸν ἰδίωμα· τοῦτο γὰρ τὸ ἀφόρισμα ἀποτελεῖ τὴν ὑπόστασιν ἤγουν τὸ ἄτομον. Ἄτομον δέ ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ' ἑαυτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον, οὐ τὸ τὶ δηλοῦν ἀλλὰ τὸν τινά· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα. 6 Περὶ διαιρέσεως. ∆ιαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον τὸ ζῷον ἐπιδιαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν, ἄπουν μὲν ἰχθύν, δίπουν δὲ ἄνθρωπον καὶ ὄρνεον, τετράπουν βοῦν, ἵππον καὶ τὰ τοιαῦτα. Ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ τμηθέντος σκέλους τομὴ οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἰδοὺ τὸ πρῶτον διαιρεῖται εἰς δύο σκέλη, εἰς λογικὸν καὶ ἄλογον. Ἡ δὲ τοῦ ἑνὸς τῶν σκελῶν διαίρεσις ἡ λέγουσα «τὸ λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον» ὑποδιαίρεσίς ἐστιν. (ῃ. ς. 4-10) Οὐκ ἐπὶ πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ' ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ἐν τοῖς λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις θεωρεῖται τὸ δίπουν. Ἀναγκαίως οὖν ἐπιδιαιροῦμεν ἤγουν δευτέραν διαίρεσιν τοῦ αὐτοῦ πράγματος ποιούμεθα ἤγουν τοῦ ζῴου καί φαμεν· Τὸ ζῷον διαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν. ∆ιαιρετικοὶ δὲ τρόποι εἰσὶν ὀκτὼ δι' αἰτίαν τοιαύτην· πᾶν γὰρ διαιρούμενον ἢ καθ' αὑτὸ διαιρεῖται ἤγουν κατ' οὐσίαν ἢ κατὰ συμβεβηκός. Καὶ εἰ μὲν καθ' αὑτὸ ἢ ὡς πρᾶγμα ἢ ὡς φωνή· καὶ εἰ ὡς πρᾶγμα-ἢ ὡς γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, -ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ ἄνθρωπος εἰς Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, -ἢ ὡς ὅλον εἰς μέρη· καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς μέν ἐστιν, ὅταν τὰ τμήματα καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ τε ὅλου καὶ ἀλλήλων δέχωνται, οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν μήτε τοῦ ὅλου μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν· οὔτε γὰρ ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκράτης λέγεται ἢ κεφαλὴ οὔτε τὸν ὁρισμὸν Σωκράτους ἢ τῆς κεφαλῆς ἐπιδέχεται. -ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, καὶ οὕτω πάλιν διχῶς· ἢ γὰρ ὅλον τι σημαίνεται ὑπὸ τῆς φωνῆς ἢ μέρος. Καὶ ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κατά τε χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλασσίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχὶ ὅλα. Καὶ οὕτω μὲν καθ' αὑτὸ διαιρεῖται τὸ διαιρούμενον. Κατὰ συμβεβηκὸς δέ-ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες· ἄνθρωποι μὲν γὰρ οὐσία, λευκότης δὲ καὶ μελανία συμβεβηκότα. -ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα· λευκὸν μὲν γὰρ συμβεβηκός, ἔμψυχον δὲ καὶ ἄψυχον οὐσίαι. -ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν λευκὰ καὶ ξηρὰ τὰ δὲ μελανὰ καὶ ὑγρά· τό τε γὰρ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μελανὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἅπαντα συμβεβηκότα. -Ἔστι δὲ καὶ ἕτερος τρόπος ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Ἀφ' ἑνὸς μὲν ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον· ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθησαν ἰατρικά. Πρὸς ἓν δὲ ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ ἀφ' ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγεται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου