μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ εἰς τὴν τῶν τοιούτων σύνεσιν εὐδοκιμεῖν δοκοῦσιν οἱ ἑτερόμματοι, καταφρονοῦντες καὶ πολέμου καὶ φάσματος, καὶ λεόντων μόνοι τῆς τῶν ζῴων βασιλείας ἀντιποιούμενοι. Εἴτε οὖν ψυχῆς ἔργον, εἴτε φύσις ὀμμάτων, ἀμφότερα ἀσκητέον τὰ μὲν διδασκαλίᾳ καὶ τέχνῃ, τὰ δὲ φροντίδι. Ἵππους δὲ ὥσπερ ἀνθρώπους ἀθλητὰς ἀπέχεσθαι χρὴ τῶν ἀφροδισίων· τοῦτο δὲ φέρει βλάβος ὀμμάτων, ἀλλὰ καὶ χειμὼν πολὺς χρόνιον ἐπενεγκὼν στάξιν, πρὸς δὲ καὶ βῆχα. Ἑκάτερον πάθος θεραπευέσθω [τὴν ὑπόχυσιν] φυτῷ Βακχικῷ. [Θεραπεία ἵππων ὑποκεχυμένων]. Κισσὸς γὰρ χυλισθεὶς καὶ τῇ προειρημένῃ ὕλῃ μιχθεὶς ἔγχρισμα δὲ ἔστω δύο ἑξῆς ἡμέρας· διαλειπομένης πάλιν τῆς ἑπομένης, τρὶς τοῦτο ἔστω καὶ πολλάκις, μέχρις ἂν ὁ ἵππος ἀπολάβῃ τὴν συνήθη [καὶ] ὄψιν [μαντικήν]. Οὐ βασκαίνω δὲ τὴν θεραπείαν καὶ τοῖς ἵππων δευτέροις κτήνεσιν. Χρῶ δὲ τῇδε <πρὸς> τὴν βῆχα· μετ' ὀλίγον εὑρήσεις ἔνδον τι κείμενον. 1.9 Ἵππον μὴ πτοεῖσθαι Καὶ τῷ μὴ πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην θεάμασι καινοῖς ἢ σκιαῖς ἄκος ὠτὶ δεξιῷ ζῴου προσαρτηθεῖσα οὐρά, ἢν ζῶντος αὐτοῦ θηρίου ἀποκοπῇ· κεῖται δὲ ἐν πενταγώνῳ ἑβδόμῳ, ᾧ σημεῖα ὑπερκεῖται ὑπάτης μέσων, σίγμα καὶ σίγμα. 1.10 Περὶ ἵππων τάχουσ Ἵππων τάχος ἀμβλύνεται καὶ αὔξει· † λύκος ἀντιπαθὲς ἑκάστη ἵσταται καὶ ναρκᾷ τὼ πόδε θᾶττον δὲ αὐτοῦ χθονὶ ὑπὸ λύκου γίγνεται †. Περισπούδαστον ἱππόταις κτῆμα λύκου πόδες, καὶ ἀπαρτηθεὶς δὲ ἀστράγαλος τοῦ αὐτοῦ θηρίου ἐπιστομίζει τρέχοντα. Σπάνιον μὲν οὖν, τὸ τρωθῆναι καὶ ἀραιῶσαι συμβῆναι δυνάμενον. Εὕρομεν δ' ἑτέρως τὸν λύκον συνεργῆσαι δυνάμενον εἰς ὠκύτητα, δίχα τῆς τοῦ ἵππου βλάβης. Οἱ γάρ τοι κυνόδοντες ζῶντος ἐξαιρεθέντες τοῖς περιδεραίοις συμπλέκονται καὶ εἰς ἀμφότερα συμβάλλονται· ἀνύποπτός τε εἶναι βοήθεια καὶ φαλάρων κόσμος ἐναγωνίων. Καλὸν μὲν οὖν, εἰ τῷ τετραόρῳ τις παντὶ προσαρτήσειεν· εἰ δ' οὖν, κἂν ὁ ἡγεμὼν μόνος ἵππος τὸ περίθεμα ἔχων τοῦτο θάττονας ποιῆσαι τοὺς συντρέχοντας ἀρκεῖ. 1.11 Ταράξιππον Εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον εἰς τὸ συμπόσιον τοὺς ἵππους εἰσάγειν. Τοὺς δ' ἀκούσαντας αὐλήματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονομοῦντας ὀρχεῖσθαι. Ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτομολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους· μέγιστα δὲ ὠφελῆσαι τὸ κοινὸν ἐπαγγείλασθαι, παραδώσειν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππικὸν αἰχμάλωτον· πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι στρατηγεῖν. Τὸν δέ, ἀθροίσαντα τοὺς τῆς πόλεως αὐλητάς, δεῖξαι τὸ μέλος, καὶ ὅτε καιρὸς ἦν, παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους ἔξοδον. Ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι τῇ τῆς ἵππου περιουσίᾳ, καὶ ἀνεμίγησαν ἀλλήλαις αἱ φάλαγγες, ὑπὸ σημεῖον ἕν, ηὔλησαν οἱ πάντες· συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι ὥσπερ οἴκοι ἐδεδιδάχατο, ἀποσεισάμενοι τοὺς ἀναβάτας, ὑπωρχοῦντο πάντες. Τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθησαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν. Εὔχονται δὲ καὶ ἄλλοι, μάχεσθαι μέλλοντες, οὐ μὴν ἀλλὰ καὶ θύουσιν, ἐν ἀγῶνι καθεστηκότες, ταραξίππῳ Ποσειδῶνι. Καὶ ἡμεῖς δὲ εὕρομεν φάρμακον εὐχῆς ὀξύτερον, κρεῖττον πάντων ὁπόσα ἂν ἔχοις, οὗπερ ἐπὶ τέλει πενταγώνῳ ηʹ τὸ εἶδος ἐγγέγραπται, ᾧ σημεῖα ὑπέρκειται παρυπάτης μέσων, ῥῶ καὶ σίγμα ὕπτιον. Εἰς πυουλκοὺς ἐμβάλλεται καὶ εἰς παράταξιν κούφοις ἀνδράσιν δίδοται φέρειν, ὡς εὐκόλως ὑπὸ τῷ στίφει τῶν προμαχομένων ἑστάναι. Οἳ μὲν οὖν ἐπάγουσιν ἀλκῇ καὶ τάχει καὶ σιδήρῳ τεθαρρηκότες· ἄν τε οὖν κατάφρακτοι οὗτοι τύχωσιν, ἄν τε καὶ ἄλλως ἐσταλμένοι, ἐς τὸν αὐτὸν σπεύδουσι κίνδυνον. Γενομένης γὰρ τῆς ἐς τοὺς πεζοὺς ἐμβολῆς, οἳ μὲν προτεταγμένοι φέρουσιν τὴν ἐπιδρομὴν τῷ τῶν ἀσπίδων φράγματι, οἳ δὲ τοὺς πυουλκοὺς ἔχοντες ἐκθλίβουσι τὸ φάρμακον εἰς τὰς τῶν ἵππων ἀναπνοάς· (δεινὸς δὲ ὁ χυλὸς καὶ ἀνδράσιν εἰς βλάβην). Ἐπειδὰν οὖν