1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

7

ἱέντα φωνήν. 7. Ἀλλ' ἐπειδή μοι ἐς τόδε ὁ λόγος ἀπετελεύτησε, νῦν τὴν ἀρχὴν τοῖς ἐγκωμίοις ἐφίστημι τῆς μητρός· οὔπω γὰρ ἡψάμην ἐπεγνωκώς, ἀλλὰ τὰ μὲν πατρός, τὰ δὲ μητρὸς ἤκουσα, τῶν ἐκείνην γεννησαμένων, τὰ δὲ ἑτέρων τῶν εἰδότων αὐτὴν ἀκριβῶς, τὰ δὲ αὐτὸς ἀνεμνήσθην καὶ εἴκασα· τὰ δ' ἐντεῦθεν καὶ ἑωράκειν καὶ ἠκηκόειν καὶ συνίην φιλοσοφώτερον. καὶ ἀποφήσαιμ' ἄν, ἐν κεφαλαίῳ τὸ ξύμπαν ποιούμενος, ὡς οὔτις ἐκείνῃ τῶν θνητῶν ἐρίσειε γυναικῶν, ἐῶ γὰρ ἐκείνας αἷς δὴ μόναις ἐπιπεφήμισται τὸ ἀθάνατον. τίς γὰρ ἐκείνης ἢ τὴν γνώμην ἑτοιμοτέρα ἢ εὐσχημονεστέρα τὸ ἦθος, ἢ τίς ἢ σταθηροτέρα τὸν λογισμὸν ἢ κριτικωτέρα τῶν λαλουμένων ἢ πραττομένων; μέτρα δὲ γλώσσῃ καὶ λαλούσῃ καὶ σιωπώσῃ τίς μᾶλλον ἐπέθηκεν; αἰδοῖ δὲ τίς οὕτως ἄλλη κεκόσμητο; τὰς δὲ τῶν ἐναντίων μίξεις τίς καταλλήλως ἐκέρασεν, ἀκρίβειάν φημι καὶ ἁπλότητα, ἐπιστασίαν τε εὔκαιρον καὶ πρᾳότητα ἔμμετρον, ὑψηλόν τε φρόνημα καὶ ὑπεσταλμένην διάνοιαν; Ὦ σώφρων ἐκείνης ὀφθαλμὸς «ἐς γῆν» μὲν «κεκυφὼς» καὶ τὰ πόρρω κατειληφώς, ὦ «χεῖρες ἁπαλαὶ» μὲν τῇ φύσει καὶ τῇ ἡλικίᾳ, ταῖς δὲ πρὸς τὸ Θεῖον ἐς γόνυ κλίσεσί τε καὶ ὑποκλίσεσι τὴν τραχύτητα εἰσδεξάμεναι, ὦ πᾶσα μὲν αἴσθησις πρὸς τὸ φίλον Θεῷ ἀπηκριβωμένη, πᾶσα δὲ νεῦσις πρὸς ἐκεῖνο μόνον συντεταμένη. ὦ γραφαὶ καὶ «ὑπογραφαὶ» τῇ ἐμῇ μητρὶ μόνῃ μὴ γινωσκόμεναι, ὦ «δολερὸν ἄνθος» καὶ λευκότης ἐπείσακτος, ἐκείνῃ κοινῶς ὑποσταλέντα τε καὶ ὑποχωρήσαντα, ὦ «κόμης προσθέσεις» οὐκ ἔχουσαι ᾧ προσθήσεσθαι, ἀλλ' ἀσυγκρίτως ἡττώμεναι. ὦ νοῦς ὀμμάτων καὶ ἦθος ὀφρύων καὶ φρόνημα πάσαις αἰσθήσεσιν ἐγκαθήμενον, ὦ μηδὲν εἰδυῖα θῆλυ, πλὴν ὅσον τῆς φύσεως, τὰ δ' ἄλλα ῥωσθεῖσα τὴν ψυχὴν καὶ ἀρρενωθεῖσα μᾶλλον δὲ στερροτέρα φανεῖσα καὶ τῆς ἑτέρας μερίδος τοῦ γένους καὶ πάντας καὶ πάσας νικήσασα, τὰς μὲν τῷ ἀσυγκρίτῳ, τοὺς δὲ τῷ πλείονι. Ἀλλὰ πῶς ἄν σου τίς διηγήσαιτο τὴν κεκρυμμένην σὺν τῷ Θεῷ ζωὴν καὶ διαγωγήν, τὰς νυκτερινὰς στάσεις καὶ ἐπορθρίους, τὴν πτέρωσιν τῆς ψυχῆς, τὴν «ἔκστασιν τοῦ νοός», τὴν ἔλλαμψιν, τὴν ἀνάβασιν; ὤ, πῶς ἂν μηδενὸς ἐφεισάμην τῶν σῶν; ἐβουλόμην ἀλλοτρίου εἰδέναι τὰ σά, εἶτα δὴ καὶ ἐγκωμιάζειν βούλεσθαι ἵνα μή σου ὁ ἔπαινος ὑπωπτεύετο· ὤφελον ὑπὸ ἀδεκάστοις λέγειν κριταῖς καὶ ἀνυπόπτοις διαιτηταῖς, ἵνα μηδεὶς τὸν λόγον ὑφεωρᾶτό μοι. νῦν δὲ δύο τε τῶν μειζόνων διαμαρτάνω καὶ βάλλομαι ἑκατέρωθεν· πεφεισμένως γὰρ τὰ σὰ διηγούμενος καὶ τὰ πλείω καὶ κρείττω σιγῶν, ἔτι καὶ περὶ τῶν ἐλαττόνων διαμφισβητοῦμαι πλὴν τῶν εἰδότων, τοῖς πλείοσιν. οὐκ οἶδα δὲ «ἐς τὸν βυθὸν» τῶν σῶν «ἐμπεπτωκὼς» ἀρετῶν ποῖον πρῶτον ἀπώσομαι τῶν ἐπεισρεόντων κυμάτων ἢ ποῖον εἰσδέξομαι ὁμαλῶς. Πῶς δέ γε διανηξάμενος πόρρω τῆς ἑκατέρωθεν ἐπιρροῆς στήσομαι; οὐκ οἶδα δὲ καὶ τίνι δώσω τὰ πρῶτα, πάντων πρώτων εἶναι νενικηκότων καὶ «κύκλῳ περιϊσταμένων» με καὶ ἑκάστου πρὸς ἑαυτὸ ἀντισπῶντός τε καὶ ἐφέλκοντος. βούλομαί σου τὴν σωφροσύνην θαυμᾶσαι καὶ ἀνθέλκει με ἡ πρὸς τὰ κρείττω ἀναγωγὴ τῆς ψυχῆς· ἀνῆγμαι ἐκεῖσε καὶ καθέλκει με τὸ βάθος τῆς σῆς ταπεινώσεως. ἐντεῦθεν πάλιν ἡ πρᾳότης πρὸς ἑαυτὴν μετατίθησι καὶ αὖθις ἄλλη καὶ πάλιν ἑτέρα μεταβιβάζει καὶ μεθιστᾷ, ὥστε μηδέν τι μέρος τῶν σῶν εὐφημεῖν ἱκανῶς δύνασθαι, ἀνθελκόμενον καὶ μετατιθέμενον καὶ χορείαν ταύτην κενὴν ἀνελίττοντα, μᾶλλον δὲ πορείαν ἀνήνυτον· ἡ γὰρ ἄπειρος πληθὺς τῶν σῶν ἀρετῶν ὑποστροφὴν ἐπὶ τὰς πρώτας οὐ δίδωσιν. 8. Ἐγὼ μὲν οὗν πολὺ τῶν σῶν ἐλπίδων ἐλάττων γενόμενος εὐθύναις σοι ὑποκείσομαι μὴ κατὰ τὰς ὑποθήκας πολιτευσάμενος. σὺ δέ γε ἐξ ἀρχῆς, ὥσπερ αἱ μαῖαι τὰ ἄρτι γεννώμενα, πᾶσαν μέν μοι ἐρρύθμιζες αἴσθησιν, πᾶσαν δέ μοι «θείαν ἐνήχεις