ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα ∆ιαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶ σαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, δι' ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τὰ ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμα σμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμω ριῶν. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται. Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν 17.181 ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σο φίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώ ποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλα τείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν· ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολο μῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γω νίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμ βάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἁγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμε νος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυ ναικός. Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκά θαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπα τᾷν τὴν ψυχήν. ∆ιὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαί νει. -Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφ' ἑαυτῆς ἀρχὴν, ἀλλ' ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶ σιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ κατα γοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κα κία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ κρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα. Τὸ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐ τοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦ λος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέ γραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὑτοῦ τὴν ἀνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φό βον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀν θρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ 17.184 λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κέμ φος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζε ται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξ ωμοιωμένους τῶν ὀρνέων δι' ἀκολασίαν· ἔστι δὲ καὶ ἄλλο εἶδος