δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Ἤδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν ἑαυ τῆς ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑπ οψίαν, οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι. Ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐ τὸν τὸ Πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά ..., μήπως αὐτοὺς καταλέλοι πεν. Ὁ δὲ Κύριος, ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπό κρισιν, θείαν δίδωσι, παρεμφαίνων, ὅτι Θεὸς εἴη σεσαρκωμένος. Ἢ τοίνυν οὕτω νοήσεις· ὅτι ὄρη μὲν καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν· αἱ δὲ φάραγγες οἱ ἄνθρωποι πε πλήρωνται ἐπ' ἔργοις ἀγαθοῖς. Γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν. Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν. Ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν. Καὶ πάλιν τραχὺς ἦν ἡμῶν ὁ βίος, καὶ ὁ λόγος ἀνώμαλος· ἐλθὼν δὲ ὁ Κύριος, λεῖα πάντα πεποίηκε. ΚΕΦ. Γʹ. Στίχ. αʹ. Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμο νίας Τιβερίου Καίσαρος. Ἐπὶ μὲν οὖν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσο μένῳ λόγῳ προφητικῷ βασιλεία μόνον Ἰουδαίας ἀνα γράφεται. Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν ὁ Ἡσαΐας ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασίλευσαν τῆς Ἰούδα. Ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ 17.332 Εὐαγγελίου μέλλοντι ἐν ὅλῳ κόσμῳ κηρύσσεσθαι ἡγε μονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὃς ἐδόκει ὅλου τοῦ κόσμου εἶναι βασιλεύς. Καὶ εἰ μὲν οἱ ἀπὸ ἐθνῶν μόνοι ἤμελλον σώζεσθαι, παντὶ δὲ ἀπεκέκλει στο ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ μνη σθῆναι μόνον Τιβερίου. Ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πι στεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι. Οὐδέποτε δὲ γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον εἶναι, τουτ έστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἤπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι. Τὸ δὲ εἰπεῖν, ὅτι Ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγμα. Στίχ. γʹ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου. Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο με τανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον. Στίχ. ζʹ. Φασὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναι ρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐ ξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποι νὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός ........ Τοι οῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πα τέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἴρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον. ΚΕΦ. ∆ʹ. Στίχ. θʹ. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ. Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομέ νου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χρι στοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνά παλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοη θήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλ' εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέ ρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρ μόζει ἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὖθις· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται. Στίχ. μʹ. ∆ύναντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον 17.333 αὐτοὺς πρὸς αὐτόν. Ὁ δὲ ἐνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς. Περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθ' ἡμέ