Σύμμαχον· «Ἐπετελέσθησαν προσευχαὶ ∆αυΐδ·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ ∆αυΐδ.» Ἐν τούτῳ ἀνεκεφαλαιώθησαν, ἐν τῷ πάντα τὰ ἔθνη εὐλογηθῆναι διὰ τῆς τοῦ ἐκ σπέρματος αὐ τοῦ γεγενημένης ἐπιφανείας τοῦ τῶν ἐθνῶν ἁπάντων Σωτῆρος. Ἐν οἷς τὰ διαψάλματα φέρεται, ἐν τούτοις ὁ Ἀκύλας ἀντὶ τοῦ διαψάλματος πεποίηκεν «Ἆσμα·» ἡ δὲ πέμπτη ἔκδοσις «διὰ παντός·» κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα καὶ κατὰ Σύμμαχον, ἔοικε μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἡ τοῦ δια ψάλματος παρακεῖσθαι παρασημείωσις. Πολλάκις δὲ καὶ διανοίας ἐναλλαγὴ γίνεται ἐν τοῖς διαψάλμασιν, ἤδη δέ ποτε καὶ προσώπου μεταβολή. Οἰηθείη μὲν ἄν τις πάντας τοὺς ἐπιγεγραμμένους ψαλμοὺς διὰ κρούσεως ὀργάνου μουσικοῦ τοῦ καλουμένου ψαλτη ρίου ἀποδίδοσθαι· ἀλλ' ἐπεὶ κατὰ τὸν Ἀκύλαν δι' ἁπάσης τῆς βίβλου, ἐν ὅσοις ἐπιγέγραπται κατὰ τοὺς Ἑβδομήκοντα «ψαλμὸς,» ἐν τούτοις «μελῴ δημα» ἐκδίδοται· κατὰ δὲ τὸν Σύμμαχον «ᾠδὴ,» ἢ «ᾆσμα·» τούτου χάριν ἀναγκαίως ἐπεσημειωσάμην ὡς ἂν μή τις νομίσῃ διὰ τοῦ μουσικοῦ ὀργάνου πάντας τοὺς παρ' ἡμῖν ψαλμοὺς ἐπιγεγραμμένους εἰρῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸν πεντηκο στὸν, φέρε, ἐπιγεγραμμένον, «εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αυῒδ,» διὰ ψαλτηρίου εἰρῆσθαι· μουσικὰ γοῦν ἐν πένθει ἄκαιρος διήγησις. Πῶς γὰρ οἷόν τε ἦν, λε χθέντα ἐπὶ δεινῷ πλημμελήματι τῷ ∆αυῒδ, οὐ τῆς τυχούσης ἀγανακτήσεως τοῦ Θεοῦ κατ' αὐτοῦ γενομέ νης, καὶ ἀπειλῆς διὰ τοῦ προφήτου, ὡς ἐν εὐθυμίας καιρῷ ψαλτήριον ἀναλαβόντα, τρυφῆς καὶ εὐφροσύ νης σύμβολα ἐπιτελεῖν; Τί δὲ ψαλτηρίου περιέχουσιν οἰκεῖον οἱ λόγοι; Οὐχὶ δὲ ὀλοφυρμοῦ καὶ ἀποκλαύσεως, οὓς εἰκὸς μετά τινος πενθικοῦ μέλους, οὐ μὴν μετὰ τοῦ ὀργάνου εἰρῆσθαι; Ταυτὸν δ' ἂν εἴποις καὶ ἐπὶ τοῦ τρίτου, ὃς ἐπιγέγραπται «Ψαλμὸς τῷ ∆αυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.» Ἐπιστήσεις γὰρ εἰ ἐν τοιαύτῃ τυγχά νων συμφορᾷ, καθ' ἣν ἐκπεπτώκει μὲν τῆς βασι λείας, ἠλαύνετο δὲ πρὸς τοῦ υἱοῦ, μουσικοῖς ἐσχό 12.1073 λαζε. Λόγον δ' ἂν ἔχοι, πρὸς τὸν Θεὸν καὶ ταύτην ἀναπέμπων τὴν ἱκεσίαν, μετά τινος μέλους αὐτὴν προηνέγκατο καταλλήλου τῷ καιρῷ· δι' ὃ «Μελῴδημα» καὶ «Ὠδὴν» οἱ λοιποὶ καὶ ἐν τῇ τούτων προγραφῇ πεποιήκασιν. Τοὺς λοιποὺς δὲ τῶν ὁμοίως ἐπιγεγραμ μένων παραπλησίως τοῖς εἰρημένοις ἐπισκέψῃ. Ὅσοι εἰσὶν, «ἐν ὕμνοις,» ἐπιγεγραμμένοι, ἐπὶ τούτων ἀντὶ τοῦ, «ἐν ὕμνοις,» ὁ μὲν Ἀκύλας, «ἐν ψαλμοῖς·» ὁ δὲ Σύμμαχος «διὰ ψαλτηρίου» ἐκδέδωκεν· ὥστε κατὰ τὴν αὐτῶν ἑρμηνείαν μόνους εἶναι τούτους διὰ τοῦ μουσικοῦ ὀργάνου μελῳδηθέντας. Καὶ ἔχει γε λόγον τὸν τέταρτον ψαλμὸν, «ἐν ὕμνοις» ἐπιγεγραμ μένον, δι' ὀργάνου κεκροῦσθαι. Ἐπειδὴ γὰρ ὁ τρίτος εἴρητο τῷ ∆αυῒδ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, εἰκότως ὁ τέταρτος, τὰ νικητήρια περιέχων τοῦ πρὸς τὸν υἱὸν πολέ μου, ὁμοῦ καὶ «εἰς τὸ τέλος,» ὁμοῦ καὶ «ἐν ὕμνοις» ἐπιγέγραπται. ∆ιόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, εἰς τὸ τέλος, «ἐπινίκιον,» ὁ δὲ Ἀκύλας, «τῷ νικοποιῷ,» ἐκδεδώκασιν. Σώζει δὲ τὴν ἀποδοθεῖσαν θεωρίαν τὰ ἐπιλεγόμενα, ἐν οἷς φησιν· «Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου,» καὶ τὰ ἑξῆς. Ἥρμοζεν οὖν ταῦτα ὡς ἐν ἐπινικίοις καὶ διὰ μουσικῶν ὀργάνων ἀνακρουσθῆναι. Ὁ δὲ τρίτος οὐκ ἐπιγέγραπται «εἰς τὸ τέλος·» οὐ γὰρ ἦν πω ἐπινίκιος· ἀλλ' οὐδὲ τοῦ πολέμου τέλος εἰληφότος εἴρητο. Σκέψαι δὲ καὶ ἐπὶ τοῦ ἕκτου, μήποτε ἐπειδὴ μετὰ τὰ πρῶτα τοῦ ψαλμοῦ ἐν τοῖς τελευταίοις ἐπι φέρει λέγων· «Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυ θμοῦ μου, εἰσήκουσε Κύριος τῆς δεήσεώς μου· Κύριος τὴν προσευχήν μου προσεδέξατο,» εἰκότως αὐτὸς «ἐπινίκιος,» καὶ «διὰ ψαλτηρίου,» παρὰ δὲ τοῖς Ἑβδομήκοντα «εἰς τὸ τέλος,» καὶ «ἐν ὕμνοις» ἐπιγέγραπται. Ἀλλὰ καὶ ὁ πεντηκοστὸς τρίτος, πρὸ τῆς εἰς τὸν Οὐρίαν ἁμαρτίας εἰρημένος τῷ ∆αυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· «Οὐκ ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν;» ὡς ἂν τῶν διαβε βληκότων αὐτὸν τῷ Σαοὺλ μηδὲν ἰσχυκότων, «ἐν ὕμνοις» μὲν παρ' ἡμῖν· παρὰ δὲ τοῖς λοιποῖς «διὰ