κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν ἀνθρώπων οὐκ ἀκούω. οὐρανός μοι στέγῃ, γῆ μοι πᾶσα στρωμνή, ὗλαι τράπεζα, καρποὶ τροφῆς ἀπόλαυσις, ποταμοὶ διάκονοι {δί ψης}. οὐκ ἐσθίω σάρκας ὡς λέων, οὐδὲ σήπεται ἐν ἐμοὶ ἑτέρων ζῴων κρέα, οὐδὲ γίνομαι τάφος νεκρῶν ἀλόγων· πρόνοια γάρ μοι τροφὴν φέρει καρποὺς ὡς φίλη μήτηρ τῷ τεχθέντι γάλα. 2.25 ἀλλὰ σὺ ζητεῖς, Ἀλέξανδρε, τοῦ μαθεῖν παρ' ἐμοῦ, τί περισσὸν τῶν ἄλλων ἀνθρώπων κέκτημαι ἢ τί οἶδα σοφὸν παρὰ πολ λούς. ἐμὲ βλέπεις, βιῶ ὡς ἐξ ἀρχῆς ἐκτίσθην. ζῶ ὡς παρὰ τῆς μητρὸς ἐτέχθην, γυμνὸς ἄνευ πλούτου καὶ φροντίδων· διὰ τοῦτο, ὅσα ὁ θεὸς ποιεῖ, οἶδα καὶ τί δεῖ γενέσθαι, ἐπίσταμαι. ὑμεῖς δὲ θαμβεῖσθε μαντευόμενοι {καὶ οὐκ αἰσχύνεσθε} περὶ τῶν καθ' ἡμέραν ἐφ' ὑμᾶς παρερχομένων μὴ συνιέντες τὰ καθ' ὥραν δεικνύμενα ὑμῖν ἔργα θεοῦ· λιμούς, πολέμους, κεραυνούς, αὐχμούς, ὄμβρους καὶ καρπῶν φθορὰς προγινώσκω ἐγώ· καὶ πῶς καὶ πόθεν ταῦτα γί νεται καὶ διὰ τί, ἐμοὶ παρέχει γνῶσιν ἡ πρόνοια. καὶ τοῦτο δὲ λίαν εὐφραίνει με, ‖ὅτι τῶν ἰδίων ἔργων ὁ θεὸς ἐμὲ σύμβουλον πεποίηκεν ὡς υἱὸν ἀγαπητόν‖, ὅτι ὁ θεὸς μετὰ τῶν ἰδίων ἔργων {σύμβουλον} πεποίηκε τὴν δικαιοσύνην πρός με‖. πολεμίων φόβος ἐὰν ἐπέλθῃ βασιλεῖ ἢ ἑτέρα πτόησις, πρός με ἔρχεται ὡς πρὸς ἄγγελον θεοῦ {ζητῶν φρόνησιν}, καὶ ἐγὼ ἐντυχὼν τῇ προνοίᾳ τοῦ θεοῦ πείθω αὐτὴν ἀγαθόν τι δοῦναι τῷ παρόντι πρός με· καὶ φό βον τοῦτον καταλύσας μετὰ θάρσους αὐτὸν ἀποπέμπω. 2.26 τί βέλτιον, εἰπέ μοι, καταβλάπτειν ἀνθρώπους καὶ κακῆς δόξης ὄνομα ἔχειν ἢ μᾶλλον τούτους φυλάττειν {καὶ εὐεργετεῖν} καὶ εὐεργέτην γνωρίζεσθαι; καὶ τί πρέπει τοῖς υἱοῖς τοῦ θεοῦ, πολεμεῖν καὶ κατασκάπτειν τὰ ὑπὸ τῆς προνοίας δημιουργηθέντα ἢ εἰρηνεύειν καὶ προσανοικοδομεῖν τὰ πεπονημένα καὶ κατερηριμ μένα ὡς δημιουργοῦ λάτριν; οὐκ ὠφελήσει σε, βασιλεῦ Ἀλέξανδρε, ἡ ἐξουσία αὕτη οὐδὲ τὸ πλῆθος τοῦ χρυσοῦ ἢ οἱ πολλοὶ ἐλέφαντες οὐδὲ ἐσθὴς ἡ ποικίλη καὶ διάφορος ἡ περί σε οὐδ' ὁ στρατὸς ὁ νῦν σοι περιστοιχιζόμενος οὐδ' ἵπποι καὶ οἱ δο ρυφόροι καὶ πάντα ὅσα σὺ τῶν ἄλλων μετὰ πολέμων καὶ μάχης ἀφείλω· ἀλλ' ὀνήσῃ τὰ μέγιστα, ἐὰν πεισθῇς τοῖς ἐμοῖς λόγοις καὶ ὑπακούσῃς τῆς ἐμῆς φωνῆς. 2.27 σὺ δέ, Ἀλέξανδρε, ἐάν με φονεύσῃς, οὐ φοβοῦμαι, λέγοντά {με} τά σοι συμφέροντα· ἀπελεύσομαι γὰρ πρὸς τὸν θεόν μου, ὃς κατεσκεύασε τὰ πάντα· αὐτὸς γὰρ οἶδέ μου τὴν δίκην καὶ τούτῳ λέληθεν οὐδέν, οὗ ὄμματα πάντες οἱ ἀστέρες, ἥλιος καὶ σελήνη, καὶ αὐτὸς κρινεῖ καὶ τοὺς ἄλλους ἀδικοῦντας, ὃν οὐ λήσεις οὐ δὲ τόπον ἕξεις ποῦ φεύξῃ τοῦτον {ἀναστὰς οὐδὲ τούτου τὴν δίκην παρελεύσῃ}· ὥστε {βασιλεῦ Ἀλέξανδρε} μὴ κατάβαλλε, ἃ ὁ θεὸς θέλει κτίζεσθαι μηδ' ἀφανίζειν βιάζου, ἃ ἐκεῖνος κοσμεῖν βού λεται, μηδὲ σπένδε αἷμα πόλεων μηδὲ νεκρὰ ἔθνη διάβαινε {ἐπ' αὐτά}· σεαυτῷ γὰρ μᾶλλον ζῆσαι κρεῖττον ἤπερ ἄλλους κατακτεί νειν καὶ μὴ θανόντα ἄλλους μακαρίζειν καὶ ζημίαν εἰδέναι μᾶλ λον τὰ τῶν ἄλλων ἁρπάζειν ἤπερ κέρδος ἡγεῖσθαι τοῦτο. 2.28 τί μία ψυχὴ γενόμενος τοσαῦτα ἔθνη καταλῦσαι θέλεις; τί σὺ ἀφρόνως εὐφραινόμενος πολλῶν κακῶν τὴν οἰκουμένην ἐμπιπλᾷς; τί τὰς ἀλλοτρίας συμφορὰς ὡς ἑαυτοῦ κέρδη ὁρᾷς; τί κατὰ δακρυ όντων σὺ γελᾷς; μνήσθητι τοῦ ἐπ' ἐρημίαις ἐμοῦ τοῦ γυμνοῦ καὶ πενιχροῦ, καὶ σεαυτὸν κέρδησον καὶ τοὺς πολέμους καταλύσας τὴν τῆς προνοίας φίλην ἄσπασαι εἰρήνην καὶ μὴ ζήτει ἐν κακοῖς ἀν δρείαν ἔχειν, ἀλλὰ μεθ' ἡμῶν ἀμέριμνον βίον διάγειν· ἀπόρριψον ἀπὸ σοῦ τοὺς τῶν προβάτων μαλλοὺς καὶ μὴ κατάφευγε ἐπὶ σκέπην νεκράν. τότε τιμήσεις σεαυτὸν μιμησάμενος ἡμᾶς γεγονὼς οἷος καὶ ἐκτίσθης. πειράζεται γὰρ εἰς ἀρετὴν ἐν ἐρημίᾳ ψυχή. 2.29 ἑλοῦ τοιγαροῦν, ὦ βασιλεῦ Ἀλέξανδρε, βίον διάγειν ἄϋλον ἡμέτερον· οὐκ οἶδα εἰ οὕτως εἶ μακάριος ὡς δυνηθῆναί σε πεισ θέντα τοῖς ἡμετέροις λόγοις σεαυτὸν εὑρεῖν. νῦν ἀναμέ νουσί σε Μακεδόνες, ἵνα πόλεις καταβάλλωσι καὶ ἀνθρώπους κα τασφάξωσι καὶ τὰ ἐκείνων διαρπάσωσι, καὶ λυποῦνται σήμερον οἱ