Συντυχὼν οὖν καὶ συνδιατρίψας τοῖς περὶ Ἀλε ξάνδρειαν μοναστηρίοις ἔτη τρία, καλλίστοις καὶ σπου δαιοτάτοις ἀνδράσιν ὡς δισχιλίοις, ἀναχωρήσας ἐκεῖθεν ἦλθον εἰς τὸ ὄρος τῆς Νιτρίας. Μεταξὺ δὲ τοῦ ὄρους τούτου καὶ τῆς Ἀλεξανδρείας λίμνη κεῖται ἡ καλουμένη Μαρία, σημείων ἑβδομήκοντα· ἣν διαπλεύσας διὰ μιᾶς καὶ ἡμισείας ἡμέρας ἦλθον εἰς τὸ ὄρος ἐπὶ τὸ μέρος τῆς μεσημβρίας· 7.2 ᾧ ὄρει παράκειται ἡ πανέρημος παρατείνουσα ἕως Αἰθιοπίας καὶ τῶν Μαζίκων καὶ τῆς Μαυριτανίας. Ἐν ᾧ ὄρει οἰκοῦσιν ἄνδρες ὡς πεντακισχίλιοι διαφόρους ἔχοντες πολιτείας, ἕκαστος ὡς δύναται καὶ ὡς βούλεται· ὡς ἐξεῖναι καὶ μόνον μένειν, καὶ δεύτερον, καὶ πολλοστόν. Ἐν τούτῳ τῷ ὄρει ἀρτο κοπεῖά εἰσιν ἑπτὰ ὑπηρετούμενα κἀκείνοις καὶ τοῖς εἰς τὴν πανέρημον ἀναχωρηταῖς, ἀνδράσιν ἑξακοσίοις. 7.3 Παροι κήσας οὖν ἐν τούτῳ τῷ ὄρει ἐνιαυτὸν καὶ πολλὰ ὠφεληθεὶς ἀπὸ τῶν μακαρίων πατέρων Ἀρσισίου τοῦ μεγάλου καὶ Πουτουβαστοῦ καὶ Ἀσίωνος καὶ Κρονίου καὶ Σαραπίωνος, καὶ πολλοῖς διηγήμασι πατέρων παρ' αὐτῶν κεντρωθείς, εἰσῆλθον εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω. Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας ἐκκλησία ἐστὶ μεγάλη, ἐν ᾗ ἵστανται φοίνικες τρεῖς, ἕκαστος ἔχων μάστιγα κρεμαμένην. Καὶ ὁ μέν ἐστιν εἰς λόγον μοναζόντων πταιόντων, ὁ δὲ λῃστῶν, ἐάν γε ἐμπέσωσιν, ὁ δὲ τῶν περιτυχόντων· ὡς πάντας πταίοντας καὶ διελεγχομένους ὡς ἀξίους πληγῶν περιλαμβάνειν τὸν φοίνικα, καὶ λαμβάνοντας ἐπὶ νώτου ῥητὰς οὕτως ἀπολύεσθαι. 7.4 Πρόσκειται δὲ τῇ ἐκκλησίᾳ ξενοδοχεῖον, εἰς ὃ τὸν ἀπελθόντα ξένον, μέχρις οὗ ἐξέλθῃ αὐθαιρέτως, δεξιοῦνται πάντα τὸν χρόνον, κἂν ἐπὶ διετίαν ἢ τριετίαν μείνῃ· συγχωρή σαντες δὲ αὐτῷ ἑβδομάδα μίαν ἐν ἀργίᾳ, τὰς λοιπὰς ἡμέρας περισπῶσιν ἐν ἔργοις, ἢ ἐν κήπῳ ἢ ἐν ἀρτοκοπείῳ ἢ ἐν μαγειρείῳ. Εἰ δὲ ἀξιόλογος εἴη, διδόασιν αὐτῷ βιβλίον, μὴ συγχωρήσαντες αὐτῷ ἕως τῆς ὥρας μηδενὶ συντυχεῖν. Ἐν τούτῳ τῷ ὄρει καὶ ἰατροὶ διάγουσι καὶ πλακουντάριοι. Κέχρηνται δὲ καὶ οἴνῳ, καὶ πιπράσκεται οἶνος. 7.5 Πάντες δὲ οὗτοι ὀθόνην ἐργάζονται ταῖς χερσίν, ὡς εἶναι πάντες ἀνενδεεῖς. Καὶ δὴ καὶ περὶ ὥραν ἐννάτην ἔστι στάντα ἀκοῦσαι πῶς ἀφ' ἑκάστης μονῆς ψαλμῳδίαι ἐξέρχονται, ὡς προσδοκῆσαι μετάρσιον εἶναι ἐν τῷ παραδείσῳ. Τὴν δὲ ἐκκλησίαν σαββάτῳ καταλαμβάνουσι μόνῳ καὶ κυριακῇ. Ὀκτὼ δὲ ἀφηγούμενοι πρεσβύτεροι ταύτης τῆς ἐκκλησίας εἰσίν, ἐν ᾗ μέχρις οὗ ζῇ ὁ πρῶτος πρεσβύτερος ἄλλος οὐδεὶς προσφέρει, οὐχ ὁμιλεῖ, οὐ δικάζει, ἀλλ' ἡσύχως αὐτῷ προσκαθέζονται μόνον. 7.6 Οὗτος ὁ Ἀρσίσιος καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ γέροντες, οὓς ἡμεῖς ἑωράκαμεν, σύγχρονοι ἦσαν τοῦ μακαρίου Ἀντω νίου. Ἐν οἷς διηγοῦντο καὶ τὸν Ἀμοῦν εἰδέναι τὸν Νιτριώτην, οὗ τὴν ψυχὴν εἶδεν ἀναλαμβανομένην ὁ Ἀντώνιος καὶ ὑπὸ ἀγγέλων ὁδηγουμένην. Οὗτος ἔλεγε καὶ Παχώμιον εἰδέναι τὸν Ταβεννησιώτην, ἄνδρα προφήτην, ἀρχιμανδρίτην ἀνδρῶν τρισχιλίων, περὶ οὗ ἐς ὕστερον διηγήσομαι. 8 .tΠερὶ Ἀμοῦν τοῦ Νιτριώτου 8.1 Ἔλεγε δὲ τὸν Ἀμοῦν βεβιωκέναι τοιούτῳ τρόπῳ· ὅτι ὀρφανὸς ὑπάρχων, νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο βίᾳ παρὰ τοῦ ἰδίου θείου ἐζεύχθη γυναικί· καὶ μὴ δυνηθεὶς ἀντισχεῖν τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξε καὶ στεφανοῦσθαι καὶ καθέζεσθαι ἐν παστῷ, καὶ πάντα ὑπομεμενηκέναι τὰ κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσαντες αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ Ἀμοῦν ἀπο κλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ σύμβιον καὶ λέγει αὐτῇ· 8.2 "∆εῦρο, κυρία, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστι περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσωμεν ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ' ἰδίαν καθευδήσῃ, ἵνα καὶ τῷ θεῷ ἀρέσωμεν φυλάξαντες ἄθικτον τὴν παρθενίαν". Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου αὐτοῦ βιβλιδάριον ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ σωτῆρος ἀνεγίνωσκε τῇ κόρῃ ἀπείρῳ οὔσῃ γραφῶν, καὶ τῷ πλείστῳ μέρει πάντα προστιθεὶς τῇ ἰδίᾳ διανοίᾳ τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγεῖτο λόγον· ὡς ἐκείνην τῇ χάριτι τοῦ θεοῦ πληροφορηθεῖσαν εἰπεῖν· 8.3 "Κἀγὼ πεπληροφόρημαι,