ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν ἡμῖν ἐναντιωθήσεται· ἐκεῖ μὲν γὰρ διὰ τούτων ἡ τοῦ πράγματος δηλοῦται φύσις, ἐνταῦθα δὲ ἡ ὀλιγωρία ὀνειδίζεται τῶν ὀφειλόντων αὐτὸ μετιέναι. 32 Mt 7, 22 23 Οἱ δαίμονας φυγαδεύοντες καὶ νόσους ἀποδιώκοντες καὶ τὰ παραπλήσια σημεῖα ποιοῦντες παρὰ θεοῦ τὴν τοιαύτην εἰλήφασι δωρεάν. κἀντεῦθεν ἐχρῆν αὐτοὺς καὶ ἀρετὰς κεκτῆσθαι τοῖς χαρίσμασι καταλλήλους. ἐπεὶ δὲ χαρίσματα εἰληφότες οὐκ ἐφύλαττον ἑαυτούς, ἀλλ' ἐποίουν τὰ φαῦλα, ἐρρήθη πρὸς αὐτούς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς . τοὺς γὰρ γινώσκοντας αὐτὸν καὶ ἀγαπῶντας ἀνταγαπᾷ ὁ θεὸς καὶ γινώσκει. 33 Mt 7, 23 Τότε, πότε; ὅτε ἐκεῖνοι τὰ δοκοῦντα προάξουσι δίκαια, τὸ προφητεῦσαι, τὸ δαιμόνια πολλὰ ἐκβαλεῖν, τὸ δυνάμεις πολλὰς ἐπιτελέσαι· ἐκ γὰρ τῶν αὐτοῖς δικαιωμάτων μᾶλλον ἕλκουσιν ἑαυτοῖς τὴν καταδίκην· οἱ γὰρ οὓς ἐχρῆν τοσούτων ἀπολαύσαντας χαρισμάτων βίον κατάλληλον σπουδάζειν κεκτῆσθαι, ἵνα καὶ τὸν δεδωκότα διὰ τῶν ἔργων δοξάσωσιν καὶ αὐτοὺς ἀξίους τῆς δωρεᾶς ἐπιδείξωσιν, οἱ δὲ τἀναντία δεδρακότες καὶ βλασφημεῖσθαι μὲν τὸ ὄνομα τοῦ θεοῦ αἴτιοι γεγονότες (ἵνα τί γὰρ τὸ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν ), ἀναξίους δὲ τῶν εὐεργεσιῶν ἑαυτοὺς ἀποφήναντες, οὗτοι δέον αὐτοὺς ἐγκαλύπτεσθαι καὶ σκυθρωπάζειν, ὅτι τὴν δεσποτικὴν ἐνύβρισαν δωρεάν, οἱ δὲ καὶ ἐπ' αὐτῇ μέγα φρονοῦσι καὶ ἀξιοῦσιν προάγειν αὐτὰ εἰς δικαίωμα, πῶς οὐ μυρίων κακῶν ἐνόχους <ἑαυτοὺς> δεικνύουσιν; διὸ καὶ ὁ δεσπότης ἀποτόμως φησὶν πρὸς αὐτούς· οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐ γὰρ νῦν, φησίν, ὑμᾶς ἀποστρέφομαι καὶ βδελύσσομαι, ἀλλ' οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔστεργον ὑμᾶς, καθ' ὃν τοῦ χαρίσματος ἀπολαύοντες διὰ τῆς τοῦ βίου μοχθηρίας ἀχαριστίᾳ με ἠμείβεσθε. ἀλλ' οὖν εἰς τὸν παρόντα καιρὸν τὴν τιμωρίαν ἀνεβαλόμην τὴν ἐπιστροφὴν ὑμῶν ἐκδεχόμενος. ἐπεὶ δὲ οὐ μετεμελήθητε παρ' ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον, νῦν ἀποχωρεῖτε ἐξ ἐμοῦ. 34 Mt 7, 24 26 Σημειωτέον ὅτι τὸ μὲν γενέσθαι φρόνιμον οὐκ ἔστιν ἄνευ τῆς τοῦ θεοῦ συνεργίας καὶ ἐπιπνοίας. διό φησιν· ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ ἀντὶ τοῦ συναντιλήψομαι καὶ συνεργήσω εἰς τὸ τὰ παρ' αὐτοῦ οἰκοδομηθέντα μὴ διαπεσεῖν μηδὲ διαφθαρῆναι. ἐπὶ δὲ τοῦ μωροῦ οὐκέτι ὁμοιώσω, ἀλλ' ὁμοιωθήσεται, οἷον αὐτὸς ἑαυτῷ αἴτιος ἔσται τῆς ἀφροσύνης καὶ τιμωρίας, ὅτι δὲ τὸν ἀρετὴν διώκοντα τῆς παρὰ τοῦ θεοῦ δεδομένης αὐτῷ τυχεῖν βασιλείας <ἀγανακτῶν>, αὐτὸς διὰ κακίαν μετιὼν ἐντὸς ἑαυτὸν ποιεῖ τῆς κολάσεως. οὕτως οὖν ἡ μὲν τῶν ἀρετῶν κτῆσις ἡμετέρᾳ τε σπουδῇ καὶ τῇ τοῦ θεοῦ κατορθοῦται χάριτι, ἡ δὲ τῆς κακίας πρᾶξις γνώμης μοχθηρίᾳ καὶ προαιρέσεως παρατροπῇ ἐπιγίνεται. 35 Mt 8, 1 3 Ὁ μὲν οὖν Ματθαῖος τὴν ἀπὸ τοῦ ὄρους κάθοδον τοῦ Χριστοῦ λέγων προσάγει τὸν λεπρόν, ὁ δὲ Λουκᾶς τοῦτον ἐν μιᾷ τῶν πόλεων λέγει προσελθεῖν αὐτῷ, ὅπερ οὐ μάχης, ἀλλ' ἀληθείας· ὁ μὲν γὰρ λέγει, ὅτι καταβάντι ἀπὸ τοῦ ὄρους ἠκολούθουν ὄχλοι πολλοὶ τὴν εἰς τὴν πόλιν αὐτοῦ πορείαν σημαίνων, ἣν μόνην ὁ Λουκᾶς ἀνέγραψε. πολλὴ δὲ ἡ σύνεσις τοῦ λεπροῦ· οὐδὲ γὰρ εἶπεν, ἐὰν εὔξῃ, ἀλλ' ἐὰν θέλῃς. διὰ τοῦτο οὐδὲ εἶπεν ἁπλῶς καθαρίσθητι, ἀλλὰ θέλω, καθαρίσθητι. τοῦτ' ἔστιν ἐπὶ τῷ σῷ ῥήματι τὴν κάθαρσίν σοι χαρίζομαι· τῆς γὰρ ψυχῆς θερμὴν καὶ καθαρὰν τὴν πίστιν ἐδήλωσεν ἡ σὴ φωνή, ἣ τὴν παρ' ἐμοῦ σοι τῆς ἰάσεως πηγὴν ἀνεστόμωσε. θέλω, καθαρίσθητι, ἔχεις πρόχειρον τὴν θεραπείαν, ὅτι βεβαίαν ἔχων προσελήλυθας τὴν γνώμην. 36 Mt 9, 5 6 Εὐκολώτερον, ἔφη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἁμαρτημάτων ἄφεσιν πρᾶξαι ἢ σῶμα παραλελυμένου συσφίγξαι, οὐχ ἁπλῶς τοῦτο λέγων· δῆλον γὰρ ὡς μᾶλλόν ἐστιν εὐχερὴς ἡ τοῦ σώματος θεραπεία ἢ ἡ τῆς ψυχῆς ἰατρεία. οὐχ ἁπλῶς οὖν τοῦτό φησιν, ἀλλὰ πρὸς τὴν τῶν Ἰουδαίων ἐργασίαν· καὶ γὰρ κατὰ τὸν νόμον οἱ τούτων ἀρχιερεῖς δῶρα καὶ θυσίας αὐτοῖς προσαγομένας παρὰ τῶν ἡμαρτηκότων δεχόμενοι ἀφίεσθαι