ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, καὶ τὸ κακὸν εἶναι διττόν, τὸ μὲν αὐτό, τὸ δὲ ἐν ἄλλῳ. εἰ δὲ ἐκείνοις ἐστὶ τῶν ἀγαθῶν ἐναντίον τὸ κακόν, οἷς τὸ εἶναι ἐν ἄλλῳ, πολλῷ δήπου μᾶλλον καὶ τὸ κακὸν ἐν ἄλλῳ, καθ' ἑαυτὸ δὲ οὐκ ἔστιν· οὐδὲ γὰρ τὸ ἀγαθόν, ᾧ τὸ κακὸν ὑπεναντίον, ἀλλὰ ἐν ἄλλῳ καὶ οὐ χωρίς. καὶ τί γὰρ ἂν εἴη τῷ πρώτως ἀγαθῷ μὴ ὅτι κακόν, ἀλλὰ καὶ ἄλλ' ὁτιοῦν τῶν ὄντων ἐναντίον; πάντα γὰρ τὰ ὄντα δι' ἐκεῖνο καὶ ἐκείνου ἕνεκά ἐστι. τὸ δὲ ἐναντίον εἶναι διὰ τὴν ἐναντίαν φύσιν ἀδύνατον, ἀλλ' αὐτὸ τοὐν- αντίον μὴ εἶναι· φθείρεται γὰρ ὑπ' ἀλλήλων τὰ ἐναντία, καὶ ὅλως πάντα τὰ ἐναντία μιᾶς ἐξῆπται κορυφῆς καὶ γένους· τοῦ δὲ πρώτως ἀγαθοῦ γένος τί ἂν εἴη; τί γὰρ ἐπέκεινα τῆς τοῦ ἀγαθοῦ φύσεως; τί δ' ἂν ἐκείνῳ γένοιτο τῶν ὄντων ὁμογενές; δέοι γὰρ ἂν ἕτερον εἶναί τι πρὸ ἀμφοῖν, οὗ μέρος ἂν ὑπάρχοι ἐκεῖνα· καὶ οὐκ ἂν ἔτι τὸ ἀγαθὸν ἀρχὴ τῶν ὄντων, ἀλλ' ἐκεῖνο ἂν εἴη τὸ κοινὸν ἀμφοῖν. οὐδὲν ἄρα τὸ ἐναντίον τῷ πρώτως ἀγαθῷ, ἀλλ' οὐδὲ τοῖς μετεχομένοις πᾶσιν, ἀλλ' οἷς μὴ ὡσαύτως ἡ μέθεξις. 38 --- <ἐπεὶ καὶ> στερήσεως παρούσης οὔπω κακόν, παντελοῦς δὲ γενομένης καὶ ἡ τοῦ κακοῦ φύσις ἀπελήλυθε-λέγω δὲ οἷον ἀταξίας μὲν παρούσης, ἀλλ' οὐ πάσης, νόσος ἐν σώματι· ἡ πάσης γὰρ τῆς τάξεως στέρησις ἅμα τό τε ὑποκείμενον ἀνεῖλε καὶ τὸ ἐν αὐτῷ κακόν. καὶ μήπω μὲν γενόμενον στέρησις μέν ἐστι, κακὸν δὲ οὐκ ἔστιν· - --τούτων δὲ οὐδέν πω κακόν. ὅλως δὲ τὴν ἀταξίαν καὶ τὸ ἄμετρον, ὥσπερ εἴρηται, ληπτέον ἄλλως μὲν τὴν ἀπουσίαν <ἐκείνων>, τοῦ τε μέτρου <λέγω> καὶ τῆς τάξεως, ἄλλως δὲ τὴν ἐναντίαν πρὸς αὐτὰ φύσιν· ἡ μὲν γὰρ μάχεται τῷ μέτρῳ καὶ τῇ τάξει, ἡ δὲ μόνον ἀφαίρεσίς ἐστιν ἐκείνων καὶ οὐδὲν ἄλλ' ἢ ἀπόφασις, μᾶλλον δὲ ἐκεῖνα παρόντα μὲν ἐστὶν ἅ ἐστιν, ἀπόντα δὲ τὰς ἑαυτῶν καταλείπει στερήσεις. εἰ τοίνυν τὸ μὲν κακὸν ἐναντίον τῷ ἀγαθῷ καὶ στασιάζει πρὸς αὐτό, στέρησις δὲ οὔτε μάχεται τῇ ἑαυτῆς ἕξει οὔτε δρᾶν τι πέφυκεν, ἧς καὶ τὸ εἶναι τοιοῦτον ἀμυδρὸν πάντῃ καὶ ἀμενηνόν, ὡς ὁ ἐκείνων λόγος· πῶς ἂν ἔτι τὸ κακο- ποιὸν ἐπὶ ταύτην ἀνάγοιμεν, ἧς πᾶν ἀφῄρηται τὸ ποιεῖν; εἴδους γάρ ἐστι τοῦτο καὶ δυνάμεως· --- Ἐν τίσι μὲν οὖν τῶν ὄντων τὸ κακὸν ἔστι τὲ καὶ οὐκ ἔστι, ἀπὸ τούτων δῆλον. 39 Ἐπεὶ δὲ ἄλλως μέν ἐστιν ἐν ψυχαῖς, ἄλλως δὲ ἐν σώμασι---· πότερον τὸ ἐν ψυχαῖς κακὸν μεῖζον τοῦ ἐν σώμασι ...; --- <μείζονι δὲ ἀγαθῷ τὸ μεῖζον κακὸν ἐναντίον· ὥστε> μεῖζον τὸ ἐν ψυχαῖς ἢ ἐν σώμασι κακόν, οὐ πάσαις, ἀλλ' ὅσαις ἡ δύναμις πάσχειν πέφυκε· ὅσαις δὲ ἡ ἐνέργεια μόνον, ἐξίτηλον τὸ κακὸν καὶ ἀπουσία τῆς ὅλης τελειότητος καὶ ὕφεσις μόνον· τὸ μὲν γὰρ ἀρετῇ ἐναντίον, τὸ δὲ τοῖς σώματος ἀγαθοῖς, καὶ τὸ μὲν τῷ κατὰ νοῦν, τὸ δὲ τῷ κατὰ φύσιν. ὅσῳ δὴ οὖν φύσεως ὁ νοῦς καὶ τὸ κατὰ νοῦν τοῦ κατὰ φύσιν κρεῖττον, τοσούτῳ δήπου καὶ τὸ παρὰ νοῦν τοῦ παρὰ φύσιν ἐπέκεινα <πρὸς τὸ κακόν>. εἰ δὲ τὸ μὲν οὐσίας ἐστὶ φθαρτικόν, τὸ δὲ δυνάμεως μόνον, τί θαυμαστόν; ὅταν γὰρ τοῦ αὐτοῦ τὸ μὲν τὴν οὐσίαν, τὸ δὲ τὴν δύναμιν φθείρῃ, τότε μει- ζόνως κακὸν τὸ τῆς οὐσίας φθαρτικόν· ὅταν δὲ ἄλλου οὐσίαν καὶ ἄλλου δύναμιν, οὐκ ἄτοπον τὸ τῆς δυνάμεως φθαρτικὸν ... ὑπερβάλλειν τῷ κακῷ, <οἷον> εἰ τῆς τοῦδε οὐσίας ἡ ἄλλου δύναμις κρείττων, ὡς ... αἱ ψυχῆς δυνάμεις <λέγονται> τὴν σωματικὴν οὐσίαν <καὶ γεννᾶν καὶ> σώζειν. <τοῦτο ἄρα καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης> πάνδεινον κακὸν <ὀνομάζει> καὶ οὐ τοιοῦτον <εἶναί φησιν>, εἰ θανάσιμον ἦν [Pl. resp. X 6iod 5-6]· ταχέως γὰρ ἂν εἰς τὸ μὴ εἶναι περιῆγε τὰς ἐχούσας αὐτὸ ψυχάς. κρεῖττον δὲ τὸ μὴ εἶναι τοῦ κακῶς εἶναι· <τὸ μὲν γάρ ἐστι> τοῦ ὄντος, <τὸ δὲ> τοῦ ἀγαθοῦ στέρησις· ὃ καὶ τὸ σωματικὸν κακὸν οὐκ ἀργαλεώτερον ἀποφαίνει τῆς ἐν ψυχαῖς πονηρίας· τὸ μὲν γὰρ ἐπιτεινό- μενον εἰς τὸ μὴ εἶναι τελευτᾷ, τὸ δὲ εἰς τὸ κακῶς εἶναι. --- 40 Ἑπόμενον δ' ἂν εἴη θεωρῆσαι--- <τὰ τῶν κακῶν αἴτια> εἴτε καὶ τούτων ἕν τι καὶ ταὐτόν ἐστι πάντων αἴτιον, εἴτε μή. καὶ γὰρ - --οἱ μὲν πηγὴν τῶν κακῶν εἰπόντες, ἀπ' αὐτῆς παράγουσιν πᾶν τὸ ὁπωσοῦν κακόν.