1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

φυγὼν ἐκ τῆς μάχης, οὐδ' εἰ πτερωτὴν εἶχε βάρβαρος φύσιν. Ξέρξης, ὁ τὸ πρὶν γῆν θαλασσῶσαι θέλων, μὴ προσβαλών σου τῷ κράτει τιμὴν ἔχει· οὐκ εἶδεν οὗτος γυμνὰ Ῥωμαίων ξίφη, οὐκ εἶδε τὴν σήν, Ῥωμανέ, σκηπτουχίαν· ἦ γὰρ παρῆλθε τὸν στρατόν σου θαυμάσας, τὴν ἧτταν ἐν σοὶ προσλαβών, σκηπτοκράτορ.

Γʹ Ὁ τῆς ἀβύσσου τὰς πολυστόμους χύσεις κλείων, χαλινῶν, ἐξανοίγων,

ἐξάγων, οὗτος πλατύνει τοὺς ὅρους τοῦ σοῦ κράτους, ἄνακτος υἱέ, καὶ κρατύνει τὸν στόλον καὶ πάντα ποιεῖ καὶ καταστρέφει πόλεις. καὶ τίς καταξίαν σε τῶν λογογράφων, ἄναξ, ἐπαινεῖν εἰς τοσοῦτον ἰσχύσει, κἂν ἔστιν ἄλλος ἐν Σταγειρίταις, Πλάτων ἢ τῶν Ἀθηνῶν ὁ κρατῶν ∆ημοσθένης ἢ τὴν πολυθρύλλητον ὁ κρούων λύραν; ἔγωγε τῶν σῶν δουλικῶς ἐγκωμίων, ὁ τῆς παρούσης ἡμέρας λογογράφος, ἀπάρχομαι μέν, ἀλλὰ τῆς ἀτολμίας τὰ κέντρα κεντεῖ καὶ βιάζει τὸν λόγον. σὺ δὸς τὸ τολμᾶν, ἐξάνοιγε τὸ στόμα, δίδαξον ἡμᾶς μὴ σιωπᾶν εὐκόλως, ὅταν τοσαύτη συμφορὰ τοῖς βαρβάροις· πλάτυνε τὸν φάρυγγα τῇ παρρησίᾳ· καὶ γὰρ στενοῦται προσβαλών σου τοῖς πόνοις. ἀγωνιᾷ χείρ, εἴργεται νοῦς πολλάκις, συστέλλεται δὲ καὶ πτοεῖται καὶ θέλων τοῖς σοῖς βαδίζειν χριστομιμήτοις τρόποις, ὡς πτὼξ δεδοικώς, τὰς ὁδοὺς παρατρέχει. σὺ γὰρ τὸ νικᾶν πανταχοῦ κεκτημένος, τὸ κοινὸν ὠφέλησας, ηὔξησας μόνος· σὺ τὴν φάλαγγα τῶν ἐναντίων πόνοις ὤθησας εἰς φάραγγα δυσβάτων τόπων· σὺ τὰς πόλεις ἔπλησας οὐ σκύλων μόνων, ἀλλ' εἰρήνης ἔπλησας καὶ πολλῆς δόξης. Ἀγαλλιάσθω τάξις ἀγγέλων ἄνω, χορευέτω σύστημα τῶν βροτῶν κάτω· οὐχ Ἡρακλῆς ἔσωσε τοῦ κήτους Φρύγας, ὁ δεσπότης δὲ κόσμον ἐκ φονουργίας, οὐ Μελέαγρος τοῦ πυρὸς τὴν πατρίδα, ὁ Ῥωμανὸς δὲ πᾶσαν ἄρτι τὴν κτίσιν. τοῖς σοῖς, Ἀλωεῦ, τίς χάρις παισὶν πάλαι χαλκοῦν τεχνουργεῖν Ἄρεος πίθον μέγαν; οὐ μητρυὰ γὰρ τοῦτον, ἀλλ' ὁ δεσπότης κινεῖ κατ' ἐχθρῶν Κρητικῶν λύσας πίθον· οὐκ ἦν γὰρ εἰκός, ἄστρον ἥλιε, στέφους σοῦ σκῆπτρα λαμπρύναντος ἐν μοναρχίᾳ, ἐκεῖνον εἱρκτῇ καὶ στενοῦσθαι καὶ μένειν, ἀλλ' ἢ σὺν αὐτῷ σὲ κρατεῖν τὴν ἀσπίδα καὶ γῆν μολύνειν αἵμασιν τῶν βαρβάρων. Ἐπεὶ δὲ Κρητῶν ἡ φάλαγξ κατεσφάγη, ὡς ἐν κυνηγοῖς πτὼξ πεσὼν ἀνῃρέθη, πολλῶν μὲν ἡ γῆ συμφορῶν ἀπηλλάγη, ἀπεπλύθη δὲ μυρίων μιασμάτων, καὶ πᾶς Σκύθης ἔκειτο νεκρὸς εἰς χθόνα, κυσὶν ποθητὸς ἢ γυναιξὶ καὶ τέκνοις. τούτων ἁπάντων ἀγνοῶν τὰς ἐκβάσεις αὐτός, στρατηγέ, καὶ πάλιν τὰς φροντίδας ἔνδον συνῆγες ὡς στρατὸν τῆς καρδίας, ἕως τὸ γράμμα θᾶττον ἐξ ὑπηκόων πολλῆς ἐπῆλθε χαρμονῆς πεπλησμένον. μαθὼν δὲ πάντα καὶ κροτήσας τὰς χέρας, οἵαν προσευχὴν οὐκ ἔχει λέγειν φύσις, πρὸς τὸν θεὸν δέδωκας, ἀλλ' ἴσως, ἄναξ, τὴν τοῦ προφήτου· Κύριε κράζων μέγα, ὁ κύριός μου, μὴ σιωπήσῃς ὅλως· εἰ γὰρ σιωπήσειας, εἷς τῶν ἐν βόθρῳ βαινόντων εἰμί, σκυθρωπός, πλήρης μόχθων. ἄκουσον ἡμῶν εὐτελῶν ὀδυρμάτων, καὶ σὸν φυλάττων ποίμνιον σεσωσμένον τρόπωσον ἐχθροὺς καὶ κόπασον τοὺς πόνους, οὓς ὁ στρατός σου καρτερῶν ἀσπάζεται. Τοιαῦτα μὲν σὺ συστρατηγῶν οἰκέταις καὶ μὴ παρὼν ἔπραττες, ὡς Μωσῆς πάλαι τροπῶν Ἀμαλὴκ τῇ χερῶν ἐπεκτάσει· ὁ δὲ στρατός σου ταῖς ἐπαλλήλοις μάχαις νικῶν ὑπῆρχεν εἰς ὀφρῦν ἐπηρμένος. ἐδεῖτο λοιπὸν εὐκεράστου φαρμάκου εἰς σωφρονισμὸν τῆς ἐπιστάσης νόσου. καὶ νυκτὸς ἄρτι τῆς στυγνῆς ἁπλουμένης καὶ τοῦ στρατοῦ χαίροντος ἢ καυχωμένου καὶ πρὸς μονὴν σπεύδοντος ἢ καλουμένου, ὡς ἐν ξυρῷ πᾶς ἦν τόπος ξιφηφόρος, βουνοί, νάπαι, φάραγγες, εὐθεῖς κοιλάδες· τῶν Κρητικῶν γὰρ ἐκχυθεὶς φωλευμάτων προευτρεπισθεὶς ἑπτασήμαντος στόλος, πολλὴν παρεῖχε τῷ στρατῷ δειλανδρίαν, ἄφνω προκύψας καὶ φανεὶς παρ' ἐλπίδα. καὶ νὺξ μὲν ἐστόλιζεν ἐν φωτὶ σκότος θώραξ γὰρ ὡς φῶς καὶ μάχαιρα καὶ κράνος μετημφίαζον τὴν βαφὴν τῆς ἑσπέρας, οἱ δὲ στρατηγοί, πρὸς φυγὴν κεκλιμένοι, ταῖς ἀσπίσι σκέποντες ὥρμων αὐχένας, καὶ πᾶς ὁ φεύγων εἶχεν ὡς